Ajax, Alpheios version. Enhanced TEI with Syntax Diagrams.
ἀεὶ μέν , παῖ Λαρτίου , δέδορκά σε
πεῖράν τιν᾽ ἐχθρῶν ἁρπάσαι θηρώμενον:
καὶ νῦν ἐπὶ σκηναῖς σε ναυτικαῖς ὁρῶ
Αἴαντος , ἔνθα τάξιν ἐσχάτην ἔχει,
5
πάλαι κυνηγετοῦντα καὶ μετρούμενον
ἴχνη τὰ κείνου νεοχάραχθ᾽ , ὅπως ἴδῃς
εἴτ᾽ ἔνδον εἴτ᾽ οὐκ ἔνδον . εὖ δέ σ᾽ ἐκφέρει
κυνὸς Λακαίνης ὥς τις εὔρινος βάσις.
ἔνδον γὰρ ἁνὴρ ἄρτι τυγχάνει , κάρα
10
στάζων ἱδρῶτι καὶ χέρας ξιφοκτόνους.
καί σ᾽ οὐδὲν εἴσω τῆσδε παπταίνειν πύλης
ἔτ᾽ ἔργον ἐστίν , ἐννέπειν δ᾽ ὅτου χάριν
σπουδὴν ἔθου τήνδ᾽ , ὡς παρ᾽ εἰδυίας μάθῃς.
Ὀδυσσεύς
φθέγμ᾽ Ἀθάνας , φιλτάτης ἐμοὶ θεῶν,
15
ὡς εὐμαθές σου , κἂν ἄποπτος ᾖς ὅμως,
φώνημ᾽ ἀκούω καὶ ξυναρπάζω φρενὶ
χαλκοστόμου κώδωνος ὡς Τυρσηνικῆς.
καὶ νῦν ἐπέγνως εὖ μ᾽ ἐπ᾽ ἀνδρὶ δυσμενεῖ
βάσιν κυκλοῦντ᾽ , Αἴαντι τῷ σακεσφόρῳ:
20
κεῖνον γάρ , οὐδέν᾽ ἄλλον , ἰχνεύω πάλαι.
νυκτὸς γὰρ ἡμᾶς τῆσδε πρᾶγος ἄσκοπον
ἔχει περάνας , εἴπερ εἴργασται τάδε:
ἴσμεν γὰρ οὐδὲν τρανές , ἀλλ᾽ ἀλώμεθα:
κἀγὼ ᾽θελοντὴς τῷδ᾽ ὑπεζύγην πόνῳ.
25
ἐφθαρμένας γὰρ ἀρτίως εὑρίσκομεν
λείας ἁπάσας καὶ κατηναρισμένας
ἐκ χειρὸς αὐτοῖς ποιμνίων ἐπιστάταις.
τήνδ᾽ οὖν ἐκείνῳ πᾶς τις αἰτίαν νέμει.
καί μοί τις ὀπτὴρ αὐτὸν εἰσιδὼν μόνον
30
πηδῶντα πεδία σὺν νεορράντῳ ξίφει