Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
151
ἢ ὁδὸν ἐλθέμεναι ἢ ἀνδράσιν ἶφι μάχεσθαι;
152
οὐ γὰρ ἐγὼ Τρώων ἕνεκ᾽ ἤλυθον αἰχμητάων
153
δεῦρο μαχησόμενος , ἐπεὶ οὔ τί μοι αἴτιοί εἰσιν:
154
οὐ γὰρ πώποτ᾽ ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν ἵππους,
155
οὐδέ ποτ᾽ ἐν Φθίῃ ἐριβώλακι βωτιανείρῃ
156
καρπὸν ἐδηλήσαντ᾽ , ἐπεὶ ἦ μάλα πολλὰ μεταξὺ
157
οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα:
158
ἀλλὰ σοὶ ὦ μέγ᾽ ἀναιδὲς ἅμ᾽ ἑσπόμεθ᾽ ὄφρα σὺ χαίρῃς,
159
τιμὴν ἀρνύμενοι Μενελάῳ σοί τε κυνῶπα
160
πρὸς Τρώων : τῶν οὔ τι μετατρέπῃ οὐδ᾽ ἀλεγίζεις:
161
καὶ δή μοι γέρας αὐτὸς ἀφαιρήσεσθαι ἀπειλεῖς,
162
ᾧ ἔπι πολλὰ μόγησα , δόσαν δέ μοι υἷες Ἀχαιῶν.
163
οὐ μὲν σοί ποτε ἶσον ἔχω γέρας ὁππότ᾽ Ἀχαιοὶ
164
Τρώων ἐκπέρσωσ᾽ εὖ ναιόμενον πτολίεθρον:
165
ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο
166
χεῖρες ἐμαὶ διέπουσ᾽ : ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται,
167
σοὶ τὸ γέρας πολὺ μεῖζον , ἐγὼ δ᾽ ὀλίγον τε φίλον τε
168
ἔρχομ᾽ ἔχων ἐπὶ νῆας , ἐπεί κε κάμω πολεμίζων.
169
νῦν δ᾽ εἶμι Φθίην δ᾽ , ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν
170
οἴκαδ᾽ ἴμεν σὺν νηυσὶ κορωνίσιν , οὐδέ σ᾽ ὀΐω
171
ἐνθάδ᾽ ἄτιμος ἐὼν ἄφενος καὶ πλοῦτον ἀφύξειν.
172
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων:
173
φεῦγε μάλ᾽ εἴ τοι θυμὸς ἐπέσσυται , οὐδέ σ᾽ ἔγωγε
174
λίσσομαι εἵνεκ᾽ ἐμεῖο μένειν : πάρ᾽ ἔμοιγε καὶ ἄλλοι
175
οἵ κέ με τιμήσουσι , μάλιστα δὲ μητίετα Ζεύς.
176
ἔχθιστος δέ μοί ἐσσι διοτρεφέων βασιλήων:
177
αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε:
178
εἰ μάλα καρτερός ἐσσι , θεός που σοὶ τό γ᾽ ἔδωκεν:
179
οἴκαδ᾽ ἰὼν σὺν νηυσί τε σῇς καὶ σοῖς ἑτάροισι
180
Μυρμιδόνεσσιν ἄνασσε , σέθεν δ᾽ ἐγὼ οὐκ ἀλεγίζω,