Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἧος ταῦθ᾽ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
ἕλκετο δ᾽ ἐκ κολεοῖο μέγα ξίφος , ἦλθε δ᾽ Ἀθήνη
195
οὐρανόθεν : πρὸ γὰρ ἧκε θεὰ λευκώλενος Ἥρη
ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε:
στῆ δ᾽ ὄπιθεν , ξανθῆς δὲ κόμης ἕλε Πηλεΐωνα
οἴῳ φαινομένη : τῶν δ᾽ ἄλλων οὔ τις ὁρᾶτο:
θάμβησεν δ᾽ Ἀχιλεύς , μετὰ δ᾽ ἐτράπετ᾽ , αὐτίκα δ᾽ ἔγνω
200
Παλλάδ᾽ Ἀθηναίην : δεινὼ δέ οἱ ὄσσε φάανθεν:
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
τίπτ᾽ αὖτ᾽ αἰγιόχοιο Διὸς τέκος εἰλήλουθας;
ἵνα ὕβριν ἴδῃ Ἀγαμέμνονος Ἀτρεΐδαο;
ἀλλ᾽ ἔκ τοι ἐρέω , τὸ δὲ καὶ τελέεσθαι ὀΐω:
205
ᾗς ὑπεροπλίῃσι τάχ᾽ ἄν ποτε θυμὸν ὀλέσσῃ.
τὸν δ᾽ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη:
ἦλθον ἐγὼ παύσουσα τὸ σὸν μένος , αἴ κε πίθηαι,
οὐρανόθεν : πρὸ δέ μ᾽ ἧκε θεὰ λευκώλενος Ἥρη
ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε:
210
ἀλλ᾽ ἄγε λῆγ᾽ ἔριδος , μηδὲ ξίφος ἕλκεο χειρί: