Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἀλλ᾽ ἤτοι ἔπεσιν μὲν ὀνείδισον ὡς ἔσεταί περ:
ὧδε γὰρ ἐξερέω , τὸ δὲ καὶ τετελεσμένον ἔσται:
καί ποτέ τοι τρὶς τόσσα παρέσσεται ἀγλαὰ δῶρα
ὕβριος εἵνεκα τῆσδε : σὺ δ᾽ ἴσχεο , πείθεο δ᾽ ἡμῖν.
215
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς:
χρὴ μὲν σφωΐτερόν γε θεὰ ἔπος εἰρύσσασθαι
καὶ μάλα περ θυμῷ κεχολωμένον : ὧς γὰρ ἄμεινον:
ὅς κε θεοῖς ἐπιπείθηται μάλα τ᾽ ἔκλυον αὐτοῦ.
καὶ ἐπ᾽ ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν,
220
ἂψ δ᾽ ἐς κουλεὸν ὦσε μέγα ξίφος , οὐδ᾽ ἀπίθησε
μύθῳ Ἀθηναίης : δ᾽ Οὔλυμπον δὲ βεβήκει
δώματ᾽ ἐς αἰγιόχοιο Διὸς μετὰ δαίμονας ἄλλους.
Πηλεΐδης δ᾽ ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν
Ἀτρεΐδην προσέειπε , καὶ οὔ πω λῆγε χόλοιο:
225
οἰνοβαρές , κυνὸς ὄμματ᾽ ἔχων , κραδίην δ᾽ ἐλάφοιο,
οὔτέ ποτ᾽ ἐς πόλεμον ἅμα λαῷ θωρηχθῆναι
οὔτε λόχον δ᾽ ἰέναι σὺν ἀριστήεσσιν Ἀχαιῶν
τέτληκας θυμῷ : τὸ δέ τοι κὴρ εἴδεται εἶναι.
πολὺ λώϊόν ἐστι κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν
230
δῶρ᾽ ἀποαιρεῖσθαι ὅς τις σέθεν ἀντίον εἴπῃ:
δημοβόρος βασιλεὺς ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις:
γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο.
ἀλλ᾽ ἔκ τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι:
ναὶ μὰ τόδε σκῆπτρον , τὸ μὲν οὔ ποτε φύλλα καὶ ὄζους
235
φύσει , ἐπεὶ δὴ πρῶτα τομὴν ἐν ὄρεσσι λέλοιπεν,
οὐδ᾽ ἀναθηλήσει : περὶ γάρ ῥά χαλκὸς ἔλεψε
φύλλά τε καὶ φλοιόν : νῦν αὖτέ μιν υἷες Ἀχαιῶν
ἐν παλάμῃς φορέουσι δικασπόλοι , οἵ τε θέμιστας