Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
καὶ μαχόμην κατ᾽ ἔμ᾽ αὐτὸν ἐγώ : κείνοισι δ᾽ ἂν οὔ τις
τῶν οἳ νῦν βροτοί εἰσιν ἐπιχθόνιοι μαχέοιτο:
καὶ μέν μευ βουλέων ξύνιεν πείθοντό τε μύθῳ:
ἀλλὰ πίθεσθε καὶ ὔμμες , ἐπεὶ πείθεσθαι ἄμεινον:
275
μήτε σὺ τόνδ᾽ ἀγαθός περ ἐὼν ἀποαίρεο κούρην,
ἀλλ᾽ ἔα ὥς οἱ πρῶτα δόσαν γέρας υἷες Ἀχαιῶν:
μήτε σὺ Πηλείδη ἔθελ᾽ ἐριζέμεναι βασιλῆϊ
ἀντιβίην , ἐπεὶ οὔ ποθ᾽ ὁμοίης ἔμμορε τιμῆς
σκηπτοῦχος βασιλεύς , τε Ζεὺς κῦδος ἔδωκεν.
280
εἰ δὲ σὺ καρτερός ἐσσι θεὰ δέ σε γείνατο μήτηρ,
ἀλλ᾽ γε φέρτερός ἐστιν ἐπεὶ πλεόνεσσιν ἀνάσσει.
Ἀτρεΐδη σὺ δὲ παῦε τεὸν μένος : αὐτὰρ ἔγωγε
λίσσομ᾽ Ἀχιλλῆϊ μεθέμεν χόλον , ὃς μέγα πᾶσιν
ἕρκος Ἀχαιοῖσιν πέλεται πολέμοιο κακοῖο.
285
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων:
ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες: