Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
πάντων μὲν κρατέειν ἐθέλει , πάντεσσι δ᾽ ἀνάσσειν,
πᾶσι δὲ σημαίνειν , τιν᾽ οὐ πείσεσθαι ὀΐω:
290
εἰ δέ μιν αἰχμητὴν ἔθεσαν θεοὶ αἰὲν ἐόντες
τοὔνεκά οἱ προθέουσιν ὀνείδεα μυθήσασθαι;
τὸν δ᾽ ἄρ᾽ ὑποβλήδην ἠμείβετο δῖος Ἀχιλλεύς:
γάρ κεν δειλός τε καὶ οὐτιδανὸς καλεοίμην
εἰ δὴ σοὶ πᾶν ἔργον ὑπείξομαι ὅττί κεν εἴπῃς:
295
ἄλλοισιν δὴ ταῦτ᾽ ἐπιτέλλεο , μὴ γὰρ ἔμοιγε
σήμαιν᾽ : οὐ γὰρ ἔγωγ᾽ ἔτι σοὶ πείσεσθαι ὀΐω.
ἄλλο δέ τοι ἐρέω , σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῇσι:
χερσὶ μὲν οὔ τοι ἔγωγε μαχήσομαι εἵνεκα κούρης
οὔτε σοὶ οὔτέ τῳ ἄλλῳ , ἐπεί μ᾽ ἀφέλεσθέ γε δόντες:
300
τῶν δ᾽ ἄλλων μοί ἐστι θοῇ παρὰ νηῒ μελαίνῃ