Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τὼ μὲν ταρβήσαντε καὶ αἰδομένω βασιλῆα
στήτην , οὐδέ τί μιν προσεφώνεον οὐδ᾽ ἐρέοντο:
αὐτὰρ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε:
χαίρετε κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν,
335
ἆσσον ἴτ᾽ : οὔ τί μοι ὔμμες ἐπαίτιοι ἀλλ᾽ Ἀγαμέμνων,
σφῶϊ προΐει Βρισηΐδος εἵνεκα κούρης.
ἀλλ᾽ ἄγε διογενὲς Πατρόκλεες ἔξαγε κούρην
καί σφωϊν δὸς ἄγειν : τὼ δ᾽ αὐτὼ μάρτυροι ἔστων
πρός τε θεῶν μακάρων πρός τε θνητῶν ἀνθρώπων
340
καὶ πρὸς τοῦ βασιλῆος ἀπηνέος εἴ ποτε δ᾽ αὖτε
χρειὼ ἐμεῖο γένηται ἀεικέα λοιγὸν ἀμῦναι