Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
331
τὼ μὲν ταρβήσαντε καὶ αἰδομένω βασιλῆα
332
στήτην , οὐδέ τί μιν προσεφώνεον οὐδ᾽ ἐρέοντο:
333
αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε:
334
χαίρετε κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν,
335
ἆσσον ἴτ᾽ : οὔ τί μοι ὔμμες ἐπαίτιοι ἀλλ᾽ Ἀγαμέμνων,
336
ὃ σφῶϊ προΐει Βρισηΐδος εἵνεκα κούρης.
337
ἀλλ᾽ ἄγε διογενὲς Πατρόκλεες ἔξαγε κούρην
338
καί σφωϊν δὸς ἄγειν : τὼ δ᾽ αὐτὼ μάρτυροι ἔστων
339
πρός τε θεῶν μακάρων πρός τε θνητῶν ἀνθρώπων
340
καὶ πρὸς τοῦ βασιλῆος ἀπηνέος εἴ ποτε δ᾽ αὖτε
341
χρειὼ ἐμεῖο γένηται ἀεικέα λοιγὸν ἀμῦναι
342
τοῖς ἄλλοις : ἦ γὰρ ὅ γ᾽ ὀλοιῇσι φρεσὶ θύει,
343
οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω,
344
ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο Ἀχαιοί.
345
ὣς φάτο , Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ᾽ ἑταίρῳ,
346
ἐκ δ᾽ ἄγαγε κλισίης Βρισηΐδα καλλιπάρῃον,
347
δῶκε δ᾽ ἄγειν : τὼ δ᾽ αὖτις ἴτην παρὰ νῆας Ἀχαιῶν:
348
ἣ δ᾽ ἀέκουσ᾽ ἅμα τοῖσι γυνὴ κίεν : αὐτὰρ Ἀχιλλεὺς
349
δακρύσας ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθείς,
350
θῖν᾽ ἔφ᾽ ἁλὸς πολιῆς , ὁρόων ἐπ᾽ ἀπείρονα πόντον:
351
πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς:
352
μῆτερ ἐπεί μ᾽ ἔτεκές γε μινυνθάδιόν περ ἐόντα,