Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
343
οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω,
344
ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο Ἀχαιοί.
345
ὣς φάτο , Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ᾽ ἑταίρῳ,
346
ἐκ δ᾽ ἄγαγε κλισίης Βρισηΐδα καλλιπάρῃον,
347
δῶκε δ᾽ ἄγειν : τὼ δ᾽ αὖτις ἴτην παρὰ νῆας Ἀχαιῶν:
348
ἣ δ᾽ ἀέκουσ᾽ ἅμα τοῖσι γυνὴ κίεν : αὐτὰρ Ἀχιλλεὺς
349
δακρύσας ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθείς,
350
θῖν᾽ ἔφ᾽ ἁλὸς πολιῆς , ὁρόων ἐπ᾽ ἀπείρονα πόντον:
351
πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς:
352
μῆτερ ἐπεί μ᾽ ἔτεκές γε μινυνθάδιόν περ ἐόντα,
353
τιμήν πέρ μοι ὄφελλεν Ὀλύμπιος ἐγγυαλίξαι
354
Ζεὺς ὑψιβρεμέτης : νῦν δ᾽ οὐδέ με τυτθὸν ἔτισεν:
355
ἦ γάρ μ᾽ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
356
ἠτίμησεν : ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.
357
ὣς φάτο δάκρυ χέων , τοῦ δ᾽ ἔκλυε πότνια μήτηρ
358
ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι:
359
καρπαλίμως δ᾽ ἀνέδυ πολιῆς ἁλὸς ἠΰτ᾽ ὀμίχλη,
360
καί ῥα πάροιθ᾽ αὐτοῖο καθέζετο δάκρυ χέοντος,