Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἐκ δ᾽ ἄγαγε κλισίης Βρισηΐδα καλλιπάρῃον,
δῶκε δ᾽ ἄγειν : τὼ δ᾽ αὖτις ἴτην παρὰ νῆας Ἀχαιῶν:
δ᾽ ἀέκουσ᾽ ἅμα τοῖσι γυνὴ κίεν : αὐτὰρ Ἀχιλλεὺς
δακρύσας ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθείς,
350
θῖν᾽ ἔφ᾽ ἁλὸς πολιῆς , ὁρόων ἐπ᾽ ἀπείρονα πόντον:
πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς:
μῆτερ ἐπεί μ᾽ ἔτεκές γε μινυνθάδιόν περ ἐόντα,
τιμήν πέρ μοι ὄφελλεν Ὀλύμπιος ἐγγυαλίξαι
Ζεὺς ὑψιβρεμέτης : νῦν δ᾽ οὐδέ με τυτθὸν ἔτισεν:
355
γάρ μ᾽ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
ἠτίμησεν : ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.
ὣς φάτο δάκρυ χέων , τοῦ δ᾽ ἔκλυε πότνια μήτηρ
ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι:
καρπαλίμως δ᾽ ἀνέδυ πολιῆς ἁλὸς ἠΰτ᾽ ὀμίχλη,
360
καί ῥα πάροιθ᾽ αὐτοῖο καθέζετο δάκρυ χέοντος,