Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἀλλ᾽ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,
ἀλλὰ κακῶς ἀφίει , κρατερὸν δ᾽ ἐπὶ μῦθον ἔτελλε:
380
χωόμενος δ᾽ γέρων πάλιν ᾤχετο : τοῖο δ᾽ Ἀπόλλων
εὐξαμένου ἤκουσεν , ἐπεὶ μάλα οἱ φίλος ἦεν,
ἧκε δ᾽ ἐπ᾽ Ἀργείοισι κακὸν βέλος : οἳ δέ νυ λαοὶ
θνῇσκον ἐπασσύτεροι , τὰ δ᾽ ἐπῴχετο κῆλα θεοῖο
πάντῃ ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν : ἄμμι δὲ μάντις
385
εὖ εἰδὼς ἀγόρευε θεοπροπίας ἑκάτοιο.
αὐτίκ᾽ ἐγὼ πρῶτος κελόμην θεὸν ἱλάσκεσθαι:
Ἀτρεΐωνα δ᾽ ἔπειτα χόλος λάβεν , αἶψα δ᾽ ἀναστὰς
ἠπείλησεν μῦθον δὴ τετελεσμένος ἐστί:
τὴν μὲν γὰρ σὺν νηῒ θοῇ ἑλίκωπες Ἀχαιοὶ
390
ἐς Χρύσην πέμπουσιν , ἄγουσι δὲ δῶρα ἄνακτι: