Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἐν δ᾽ ἄνεμος πρῆσεν μέσον ἱστίον , ἀμφὶ δὲ κῦμα
στείρῃ πορφύρεον μεγάλ᾽ ἴαχε νηὸς ἰούσης:
δ᾽ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον.
αὐτὰρ ἐπεί ῥ᾽ ἵκοντο κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν,
485
νῆα μὲν οἵ γε μέλαιναν ἐπ᾽ ἠπείροιο ἔρυσσαν
ὑψοῦ ἐπὶ ψαμάθοις , ὑπὸ δ᾽ ἕρματα μακρὰ τάνυσσαν:
αὐτοὶ δ᾽ ἐσκίδναντο κατὰ κλισίας τε νέας τε.
αὐτὰρ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι
διογενὴς Πηλῆος υἱὸς πόδας ὠκὺς Ἀχιλλεύς:
490
οὔτέ ποτ᾽ εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν
οὔτέ ποτ᾽ ἐς πόλεμον , ἀλλὰ φθινύθεσκε φίλον κῆρ
αὖθι μένων , ποθέεσκε δ᾽ ἀϋτήν τε πτόλεμόν τε.
ἀλλ᾽ ὅτε δή ῥ᾽ ἐκ τοῖο δυωδεκάτη γένετ᾽ ἠώς,
καὶ τότε δὴ πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες
495
πάντες ἅμα , Ζεὺς δ᾽ ἦρχε : Θέτις δ᾽ οὐ λήθετ᾽ ἐφετμέων
παιδὸς ἑοῦ , ἀλλ᾽ γ᾽ ἀνεδύσετο κῦμα θαλάσσης.
ἠερίη δ᾽ ἀνέβη μέγαν οὐρανὸν Οὔλυμπόν τε.
εὗρεν δ᾽ εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων
ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο:
500
καί ῥα πάροιθ᾽ αὐτοῖο καθέζετο , καὶ λάβε γούνων
σκαιῇ , δεξιτερῇ δ᾽ ἄρ᾽ ὑπ᾽ ἀνθερεῶνος ἑλοῦσα
λισσομένη προσέειπε Δία Κρονίωνα ἄνακτα:
Ζεῦ πάτερ εἴ ποτε δή σε μετ᾽ ἀθανάτοισιν ὄνησα
ἔπει ἔργῳ , τόδε μοι κρήηνον ἐέλδωρ:
505
τίμησόν μοι υἱὸν ὃς ὠκυμορώτατος ἄλλων
ἔπλετ᾽ : ἀτάρ μιν νῦν γε ἄναξ ἀνδρῶν Ἀγαμέμνων
ἠτίμησεν : ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.
ἀλλὰ σύ πέρ μιν τῖσον Ὀλύμπιε μητίετα Ζεῦ: