Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
485
νῆα μὲν οἵ γε μέλαιναν ἐπ᾽ ἠπείροιο ἔρυσσαν
486
ὑψοῦ ἐπὶ ψαμάθοις , ὑπὸ δ᾽ ἕρματα μακρὰ τάνυσσαν:
487
αὐτοὶ δ᾽ ἐσκίδναντο κατὰ κλισίας τε νέας τε.
488
αὐτὰρ ὃ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι
489
διογενὴς Πηλῆος υἱὸς πόδας ὠκὺς Ἀχιλλεύς:
490
οὔτέ ποτ᾽ εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν
491
οὔτέ ποτ᾽ ἐς πόλεμον , ἀλλὰ φθινύθεσκε φίλον κῆρ
492
αὖθι μένων , ποθέεσκε δ᾽ ἀϋτήν τε πτόλεμόν τε.
493
ἀλλ᾽ ὅτε δή ῥ᾽ ἐκ τοῖο δυωδεκάτη γένετ᾽ ἠώς,
494
καὶ τότε δὴ πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες
495
πάντες ἅμα , Ζεὺς δ᾽ ἦρχε : Θέτις δ᾽ οὐ λήθετ᾽ ἐφετμέων
496
παιδὸς ἑοῦ , ἀλλ᾽ ἥ γ᾽ ἀνεδύσετο κῦμα θαλάσσης.
497
ἠερίη δ᾽ ἀνέβη μέγαν οὐρανὸν Οὔλυμπόν τε.
498
εὗρεν δ᾽ εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων
499
ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο:
500
καί ῥα πάροιθ᾽ αὐτοῖο καθέζετο , καὶ λάβε γούνων
501
σκαιῇ , δεξιτερῇ δ᾽ ἄρ᾽ ὑπ᾽ ἀνθερεῶνος ἑλοῦσα
502
λισσομένη προσέειπε Δία Κρονίωνα ἄνακτα:
503
Ζεῦ πάτερ εἴ ποτε δή σε μετ᾽ ἀθανάτοισιν ὄνησα
504
ἢ ἔπει ἢ ἔργῳ , τόδε μοι κρήηνον ἐέλδωρ:
505
τίμησόν μοι υἱὸν ὃς ὠκυμορώτατος ἄλλων
506
ἔπλετ᾽ : ἀτάρ μιν νῦν γε ἄναξ ἀνδρῶν Ἀγαμέμνων
507
ἠτίμησεν : ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.
508
ἀλλὰ σύ πέρ μιν τῖσον Ὀλύμπιε μητίετα Ζεῦ:
509
τόφρα δ᾽ ἐπὶ Τρώεσσι τίθει κράτος ὄφρ᾽ ἂν Ἀχαιοὶ
510
υἱὸν ἐμὸν τίσωσιν ὀφέλλωσίν τέ ἑ τιμῇ.