Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
574
εἰ δὴ σφὼ ἕνεκα θνητῶν ἐριδαίνετον ὧδε,
575
ἐν δὲ θεοῖσι κολῳὸν ἐλαύνετον : οὐδέ τι δαιτὸς
576
ἐσθλῆς ἔσσεται ἦδος , ἐπεὶ τὰ χερείονα νικᾷ.
577
μητρὶ δ᾽ ἐγὼ παράφημι καὶ αὐτῇ περ νοεούσῃ
578
πατρὶ φίλῳ ἐπίηρα φέρειν Διί , ὄφρα μὴ αὖτε
579
νεικείῃσι πατήρ , σὺν δ᾽ ἡμῖν δαῖτα ταράξῃ.
580
εἴ περ γάρ κ᾽ ἐθέλῃσιν Ὀλύμπιος ἀστεροπητὴς
581
ἐξ ἑδέων στυφελίξαι : ὃ γὰρ πολὺ φέρτατός ἐστιν.
582
ἀλλὰ σὺ τὸν ἐπέεσσι καθάπτεσθαι μαλακοῖσιν:
583
αὐτίκ᾽ ἔπειθ᾽ ἵλαος Ὀλύμπιος ἔσσεται ἡμῖν.
584
ὣς ἄρ᾽ ἔφη καὶ ἀναΐξας δέπας ἀμφικύπελλον
585
μητρὶ φίλῃ ἐν χειρὶ τίθει καί μιν προσέειπε:
586
τέτλαθι μῆτερ ἐμή , καὶ ἀνάσχεο κηδομένη περ,
587
μή σε φίλην περ ἐοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι
588
θεινομένην , τότε δ᾽ οὔ τι δυνήσομαι ἀχνύμενός περ
589
χραισμεῖν : ἀργαλέος γὰρ Ὀλύμπιος ἀντιφέρεσθαι:
590
ἤδη γάρ με καὶ ἄλλοτ᾽ ἀλεξέμεναι μεμαῶτα
591
ῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο,
592
πᾶν δ᾽ ἦμαρ φερόμην , ἅμα δ᾽ ἠελίῳ καταδύντι
593
κάππεσον ἐν Λήμνῳ , ὀλίγος δ᾽ ἔτι θυμὸς ἐνῆεν:
594
ἔνθά με Σίντιες ἄνδρες ἄφαρ κομίσαντο πεσόντα.
595
ὣς φάτο , μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη,
596
μειδήσασα δὲ παιδὸς ἐδέξατο χειρὶ κύπελλον:
597
αὐτὰρ ὃ τοῖς ἄλλοισι θεοῖς ἐνδέξια πᾶσιν
598
οἰνοχόει γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων:
599
ἄσβεστος δ᾽ ἄρ᾽ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν
600
ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα.