Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
583
αὐτίκ᾽ ἔπειθ᾽ ἵλαος Ὀλύμπιος ἔσσεται ἡμῖν.
584
ὣς ἄρ᾽ ἔφη καὶ ἀναΐξας δέπας ἀμφικύπελλον
585
μητρὶ φίλῃ ἐν χειρὶ τίθει καί μιν προσέειπε:
586
τέτλαθι μῆτερ ἐμή , καὶ ἀνάσχεο κηδομένη περ,
587
μή σε φίλην περ ἐοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι
588
θεινομένην , τότε δ᾽ οὔ τι δυνήσομαι ἀχνύμενός περ
589
χραισμεῖν : ἀργαλέος γὰρ Ὀλύμπιος ἀντιφέρεσθαι:
590
ἤδη γάρ με καὶ ἄλλοτ᾽ ἀλεξέμεναι μεμαῶτα
591
ῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο,
592
πᾶν δ᾽ ἦμαρ φερόμην , ἅμα δ᾽ ἠελίῳ καταδύντι
593
κάππεσον ἐν Λήμνῳ , ὀλίγος δ᾽ ἔτι θυμὸς ἐνῆεν:
594
ἔνθά με Σίντιες ἄνδρες ἄφαρ κομίσαντο πεσόντα.
595
ὣς φάτο , μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη,
596
μειδήσασα δὲ παιδὸς ἐδέξατο χειρὶ κύπελλον:
597
αὐτὰρ ὃ τοῖς ἄλλοισι θεοῖς ἐνδέξια πᾶσιν
598
οἰνοχόει γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων:
599
ἄσβεστος δ᾽ ἄρ᾽ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν
600
ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα.