Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
μή σε φίλην περ ἐοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι
θεινομένην , τότε δ᾽ οὔ τι δυνήσομαι ἀχνύμενός περ
χραισμεῖν : ἀργαλέος γὰρ Ὀλύμπιος ἀντιφέρεσθαι:
590
ἤδη γάρ με καὶ ἄλλοτ᾽ ἀλεξέμεναι μεμαῶτα
ῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο,
πᾶν δ᾽ ἦμαρ φερόμην , ἅμα δ᾽ ἠελίῳ καταδύντι
κάππεσον ἐν Λήμνῳ , ὀλίγος δ᾽ ἔτι θυμὸς ἐνῆεν:
ἔνθά με Σίντιες ἄνδρες ἄφαρ κομίσαντο πεσόντα.
595
ὣς φάτο , μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη,
μειδήσασα δὲ παιδὸς ἐδέξατο χειρὶ κύπελλον:
αὐτὰρ τοῖς ἄλλοισι θεοῖς ἐνδέξια πᾶσιν
οἰνοχόει γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων:
ἄσβεστος δ᾽ ἄρ᾽ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν
600
ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα.