Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
κεμάδ᾽ ἠὲ λαγωὸν ἐπείγετον ἐμμενὲς αἰεὶ
χῶρον ἀν᾽ ὑλήενθ᾽ , δέ τε προθέῃσι μεμηκώς,
ὣς τὸν Τυδεΐδης ἠδ᾽ πτολίπορθος Ὀδυσσεὺς
λαοῦ ἀποτμήξαντε διώκετον ἐμμενὲς αἰεί.
365
ἀλλ᾽ ὅτε δὴ τάχ᾽ ἔμελλε μιγήσεσθαι φυλάκεσσι
φεύγων ἐς νῆας , τότε δὴ μένος ἔμβαλ᾽ Ἀθήνη
Τυδεΐδῃ , ἵνα μή τις Ἀχαιῶν χαλκοχιτώνων
φθαίη ἐπευξάμενος βαλέειν , δὲ δεύτερος ἔλθοι.
δουρὶ δ᾽ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης:
370
ἠὲ μέν᾽ ἠέ σε δουρὶ κιχήσομαι , οὐδέ σέ φημι
δηρὸν ἐμῆς ἀπὸ χειρὸς ἀλύξειν αἰπὺν ὄλεθρον.
ῥα καὶ ἔγχος ἀφῆκεν , ἑκὼν δ᾽ ἡμάρτανε φωτός:
δεξιτερὸν δ᾽ ὑπὲρ ὦμον ἐΰξου δουρὸς ἀκωκὴ
ἐν γαίῃ ἐπάγη : δ᾽ ἄρ᾽ ἔστη τάρβησέν τε
375
βαμβαίνων : ἄραβος δὲ διὰ στόμα γίγνετ᾽ ὀδόντων:
χλωρὸς ὑπαὶ δείους : τὼ δ᾽ ἀσθμαίνοντε κιχήτην,
χειρῶν δ᾽ ἁψάσθην : δὲ δακρύσας ἔπος ηὔδα:
ζωγρεῖτ᾽ , αὐτὰρ ἐγὼν ἐμὲ λύσομαι : ἔστι γὰρ ἔνδον
χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,
380
τῶν κ᾽ ὔμμιν χαρίσαιτο πατὴρ ἀπερείσι᾽ ἄποινα
εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτ᾽ ἐπὶ νηυσὶν Ἀχαιῶν.
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
θάρσει , μηδέ τί τοι θάνατος καταθύμιος ἔστω.
ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον:
385
πῇ δὴ οὕτως ἐπὶ νῆας ἀπὸ στρατοῦ ἔρχεαι οἷος
νύκτα δι᾽ ὀρφναίην , ὅτε θ᾽ εὕδουσι βροτοὶ ἄλλοι;
τινα συλήσων νεκύων κατατεθνηώτων;
σ᾽ Ἕκτωρ προέηκε διασκοπιᾶσθαι ἕκαστα
νῆας ἔπι γλαφυράς ; σ᾽ αὐτὸν θυμὸς ἀνῆκε;
390
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Δόλων , ὑπὸ δ᾽ ἔτρεμε γυῖα: