Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
11
ἠὼς δ᾽ ἐκ λεχέων παρ᾽ ἀγαυοῦ Τιθωνοῖο
ὄρνυθ᾽ , ἵν᾽ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσι:
Ζεὺς δ᾽ Ἔριδα προΐαλλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
ἀργαλέην , πολέμοιο τέρας μετὰ χερσὶν ἔχουσαν.
5
στῆ δ᾽ ἐπ᾽ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ,
ῥ᾽ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε,
ἠμὲν ἐπ᾽ Αἴαντος κλισίας Τελαμωνιάδαο
ἠδ᾽ ἐπ᾽ Ἀχιλλῆος , τοί ῥ᾽ ἔσχατα νῆας ἐΐσας
εἴρυσαν ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν
10
ἔνθα στᾶσ᾽ ἤϋσε θεὰ μέγα τε δεινόν τε
ὄρθι᾽ , Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλ᾽ ἑκάστῳ
καρδίῃ ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.
τοῖσι δ᾽ ἄφαρ πόλεμος γλυκίων γένετ᾽ ἠὲ νέεσθαι
ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.
15
Ἀτρεΐδης δ᾽ ἐβόησεν ἰδὲ ζώννυσθαι ἄνωγεν
Ἀργείους : ἐν δ᾽ αὐτὸς ἐδύσετο νώροπα χαλκόν.
κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε
καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας:
δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε,
20
τόν ποτέ οἱ Κινύρης δῶκε ξεινήϊον εἶναι.
πεύθετο γὰρ Κύπρον δὲ μέγα κλέος οὕνεκ᾽ Ἀχαιοὶ
ἐς Τροίην νήεσσιν ἀναπλεύσεσθαι ἔμελλον:
τοὔνεκά οἱ τὸν δῶκε χαριζόμενος βασιλῆϊ.
τοῦ δ᾽ ἤτοι δέκα οἶμοι ἔσαν μέλανος κυάνοιο,
25
δώδεκα δὲ χρυσοῖο καὶ εἴκοσι κασσιτέροιο:
κυάνεοι δὲ δράκοντες ὀρωρέχατο προτὶ δειρὴν
τρεῖς ἑκάτερθ᾽ ἴρισσιν ἐοικότες , ἅς τε Κρονίων
ἐν νέφεϊ στήριξε , τέρας μερόπων ἀνθρώπων.
ἀμφὶ δ᾽ ἄρ᾽ ὤμοισιν βάλετο ξίφος : ἐν δέ οἱ ἧλοι
30
χρύσειοι πάμφαινον , ἀτὰρ περὶ κουλεὸν ἦεν