Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἄλλα μὲν ἐν σάκεϊ μεγάλῳ πάγεν ὄρμενα πρόσσω,
πολλὰ δὲ καὶ μεσσηγύ , πάρος χρόα λευκὸν ἐπαυρεῖν,
ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι.
575
τὸν δ᾽ ὡς οὖν ἐνόησ᾽ Εὐαίμονος ἀγλαὸς υἱὸς
Εὐρύπυλος πυκινοῖσι βιαζόμενον βελέεσσι,
στῆ ῥα παρ᾽ αὐτὸν ἰών , καὶ ἀκόντισε δουρὶ φαεινῷ,
καὶ βάλε Φαυσιάδην Ἀπισάονα ποιμένα λαῶν
ἧπαρ ὑπὸ πραπίδων , εἶθαρ δ᾽ ὑπὸ γούνατ᾽ ἔλυσεν:
580
Εὐρύπυλος δ᾽ ἐπόρουσε καὶ αἴνυτο τεύχε᾽ ἀπ᾽ ὤμων.
τὸν δ᾽ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς
τεύχε᾽ ἀπαινύμενον Ἀπισάονος , αὐτίκα τόξον
ἕλκετ᾽ ἐπ᾽ Εὐρυπύλῳ , καί μιν βάλε μηρὸν ὀϊστῷ
δεξιόν : ἐκλάσθη δὲ δόναξ , ἐβάρυνε δὲ μηρόν.
585
ἂψ δ᾽ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ᾽ ἀλεείνων,
ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς:
φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
στῆτ᾽ ἐλελιχθέντες καὶ ἀμύνετε νηλεὲς ἦμαρ
Αἴανθ᾽ , ὃς βελέεσσι βιάζεται , οὐδέ φημι
590
φεύξεσθ᾽ ἐκ πολέμοιο δυσηχέος : ἀλλὰ μάλ᾽ ἄντην
ἵστασθ᾽ ἀμφ᾽ Αἴαντα μέγαν Τελαμώνιον υἱόν.
ὣς ἔφατ᾽ Εὐρύπυλος βεβλημένος : οἳ δὲ παρ᾽ αὐτὸν
πλησίοι ἔστησαν σάκε᾽ ὤμοισι κλίναντες
δούρατ᾽ ἀνασχόμενοι : τῶν δ᾽ ἀντίος ἤλυθεν Αἴας.
595
στῆ δὲ μεταστρεφθείς , ἐπεὶ ἵκετο ἔθνος ἑταίρων.
ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο:
Νέστορα δ᾽ ἐκ πολέμοιο φέρον Νηλήϊαι ἵπποι
ἱδρῶσαι , ἦγον δὲ Μαχάονα ποιμένα λαῶν.
τὸν δὲ ἰδὼν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς:
600
ἑστήκει γὰρ ἐπὶ πρυμνῇ μεγακήτεϊ νηῒ
εἰσορόων πόνον αἰπὺν ἰῶκά τε δακρυόεσσαν.