Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
πὰρ δὲ δέπας περικαλλές , οἴκοθεν ἦγ᾽ γεραιός,
χρυσείοις ἥλοισι πεπαρμένον : οὔατα δ᾽ αὐτοῦ
τέσσαρ᾽ ἔσαν , δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον
635
χρύσειαι νεμέθοντο , δύω δ᾽ ὑπὸ πυθμένες ἦσαν.
ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης
πλεῖον ἐόν , Νέστωρ δ᾽ γέρων ἀμογητὶ ἄειρεν.
ἐν τῷ ῥά σφι κύκησε γυνὴ ἐϊκυῖα θεῇσιν
οἴνῳ Πραμνείῳ , ἐπὶ δ᾽ αἴγειον κνῆ τυρὸν
640
κνήστι χαλκείῃ , ἐπὶ δ᾽ ἄλφιτα λευκὰ πάλυνε,
πινέμεναι δ᾽ ἐκέλευσεν , ἐπεί ῥ᾽ ὥπλισσε κυκειῶ.
τὼ δ᾽ ἐπεὶ οὖν πίνοντ᾽ ἀφέτην πολυκαγκέα δίψαν
μύθοισιν τέρποντο πρὸς ἀλλήλους ἐνέποντες,
Πάτροκλος δὲ θύρῃσιν ἐφίστατο ἰσόθεος φώς.
645
τὸν δὲ ἰδὼν γεραιὸς ἀπὸ θρόνου ὦρτο φαεινοῦ,
ἐς δ᾽ ἄγε χειρὸς ἑλών , κατὰ δ᾽ ἑδριάασθαι ἄνωγε.
Πάτροκλος δ᾽ ἑτέρωθεν ἀναίνετο εἶπέ τε μῦθον:
οὐχ ἕδος ἐστὶ γεραιὲ διοτρεφές , οὐδέ με πείσεις.
αἰδοῖος νεμεσητὸς με προέηκε πυθέσθαι
650
ὅν τινα τοῦτον ἄγεις βεβλημένον : ἀλλὰ καὶ αὐτὸς
γιγνώσκω , ὁρόω δὲ Μαχάονα ποιμένα λαῶν.
νῦν δὲ ἔπος ἐρέων πάλιν ἄγγελος εἶμ᾽ Ἀχιλῆϊ.
εὖ δὲ σὺ οἶσθα γεραιὲ διοτρεφές , οἷος ἐκεῖνος
δεινὸς ἀνήρ : τάχα κεν καὶ ἀναίτιον αἰτιόῳτο.
655
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ:
τίπτε τὰρ ὧδ᾽ Ἀχιλεὺς ὀλοφύρεται υἷας Ἀχαιῶν,
ὅσσοι δὴ βέλεσιν βεβλήαται ; οὐδέ τι οἶδε
πένθεος , ὅσσον ὄρωρε κατὰ στρατόν : οἳ γὰρ ἄριστοι
ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε.
660
βέβληται μὲν Τυδεΐδης κρατερὸς Διομήδης,
οὔτασται δ᾽ Ὀδυσεὺς δουρὶ κλυτὸς ἠδ᾽ Ἀγαμέμνων: