Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
κεκλόμενοι ἑτάροισι κατὰ στίχας : ἐν δ᾽ Ἀγαμέμνων
πρῶτος ὄρουσ᾽ , ἕλε δ᾽ ἄνδρα Βιάνορα ποιμένα λαῶν
αὐτόν , ἔπειτα δ᾽ ἑταῖρον Ὀϊλῆα πλήξιππον.
ἤτοι γ᾽ ἐξ ἵππων κατεπάλμενος ἀντίος ἔστη:
95
τὸν δ᾽ ἰθὺς μεμαῶτα μετώπιον ὀξέϊ δουρὶ
νύξ᾽ , οὐδὲ στεφάνη δόρυ οἱ σχέθε χαλκοβάρεια,
ἀλλὰ δι᾽ αὐτῆς ἦλθε καὶ ὀστέου , ἐγκέφαλος δὲ
ἔνδον ἅπας πεπάλακτο : δάμασσε δέ μιν μεμαῶτα.
καὶ τοὺς μὲν λίπεν αὖθι ἄναξ ἀνδρῶν Ἀγαμέμνων
100
στήθεσι παμφαίνοντας , ἐπεὶ περίδυσε χιτῶνας:
αὐτὰρ βῆ Ἶσόν τε καὶ Ἄντιφον ἐξεναρίξων
υἷε δύω Πριάμοιο νόθον καὶ γνήσιον ἄμφω
εἰν ἑνὶ δίφρῳ ἐόντας : μὲν νόθος ἡνιόχευεν,
Ἄντιφος αὖ παρέβασκε περικλυτός : ποτ᾽ Ἀχιλλεὺς
105
Ἴδης ἐν κνημοῖσι δίδη μόσχοισι λύγοισι,
ποιμαίνοντ᾽ ἐπ᾽ ὄεσσι λαβών , καὶ ἔλυσεν ἀποίνων.
δὴ τότε γ᾽ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
τὸν μὲν ὑπὲρ μαζοῖο κατὰ στῆθος βάλε δουρί,
Ἄντιφον αὖ παρὰ οὖς ἔλασε ξίφει , ἐκ δ᾽ ἔβαλ᾽ ἵππων.
110
σπερχόμενος δ᾽ ἀπὸ τοῖιν ἐσύλα τεύχεα καλὰ
γιγνώσκων : καὶ γάρ σφε πάρος παρὰ νηυσὶ θοῇσιν
εἶδεν , ὅτ᾽ ἐξ Ἴδης ἄγαγεν πόδας ὠκὺς Ἀχιλλεύς.
ὡς δὲ λέων ἐλάφοιο ταχείης νήπια τέκνα
ῥηϊδίως συνέαξε λαβὼν κρατεροῖσιν ὀδοῦσιν
115
ἐλθὼν εἰς εὐνήν , ἁπαλόν τέ σφ᾽ ἦτορ ἀπηύρα:
δ᾽ εἴ πέρ τε τύχῃσι μάλα σχεδόν , οὐ δύναταί σφι
χραισμεῖν : αὐτὴν γάρ μιν ὑπὸ τρόμος αἰνὸς ἱκάνει:
καρπαλίμως δ᾽ ἤϊξε διὰ δρυμὰ πυκνὰ καὶ ὕλην
σπεύδουσ᾽ ἱδρώουσα κραταιοῦ θηρὸς ὑφ᾽ ὁρμῆς:
120
ὣς ἄρα τοῖς οὔ τις δύνατο χραισμῆσαι ὄλεθρον