Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὣς τῶν κόμπει χαλκὸς ἐπὶ στήθεσσι φαεινὸς
ἄντην βαλλομένων : μάλα γὰρ κρατερῶς ἐμάχοντο
λαοῖσιν καθύπερθε πεποιθότες ἠδὲ βίηφιν.
οἳ δ᾽ ἄρα χερμαδίοισιν ἐϋδμήτων ἀπὸ πύργων
155
βάλλον ἀμυνόμενοι σφῶν τ᾽ αὐτῶν καὶ κλισιάων
νηῶν τ᾽ ὠκυπόρων : νιφάδες δ᾽ ὡς πῖπτον ἔραζε,
ἅς τ᾽ ἄνεμος ζαὴς νέφεα σκιόεντα δονήσας
ταρφειὰς κατέχευεν ἐπὶ χθονὶ πουλυβοτείρῃ:
ὣς τῶν ἐκ χειρῶν βέλεα ῥέον ἠμὲν Ἀχαιῶν
160
ἠδὲ καὶ ἐκ Τρώων : κόρυθες δ᾽ ἀμφ᾽ αὖον ἀΰτευν
βαλλομένων μυλάκεσσι καὶ ἀσπίδες ὀμφαλόεσσαι.
δή ῥα τότ᾽ ᾤμωξεν καὶ πεπλήγετο μηρὼ
Ἄσιος Ὑρτακίδης , καὶ ἀλαστήσας ἔπος ηὔδα:
Ζεῦ πάτερ ῥά νυ καὶ σὺ φιλοψευδὴς ἐτέτυξο
165
πάγχυ μάλ᾽ : οὐ γὰρ ἔγωγ᾽ ἐφάμην ἥρωας Ἀχαιοὺς
σχήσειν ἡμέτερόν γε μένος καὶ χεῖρας ἀάπτους.
οἳ δ᾽ , ὥς τε σφῆκες μέσον αἰόλοι ἠὲ μέλισσαι
οἰκία ποιήσωνται ὁδῷ ἔπι παιπαλοέσσῃ,
οὐδ᾽ ἀπολείπουσιν κοῖλον δόμον , ἀλλὰ μένοντες
170
ἄνδρας θηρητῆρας ἀμύνονται περὶ τέκνων,
ὣς οἵ γ᾽ οὐκ ἐθέλουσι πυλάων καὶ δύ᾽ ἐόντε
χάσσασθαι πρίν γ᾽ ἠὲ κατακτάμεν ἠὲ ἁλῶναι.
ὣς ἔφατ᾽ , οὐδὲ Διὸς πεῖθε φρένα ταῦτ᾽ ἀγορεύων:
Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι.
175
ἄλλοι δ᾽ ἀμφ᾽ ἄλλῃσι μάχην ἐμάχοντο πύλῃσιν:
ἀργαλέον δέ με ταῦτα θεὸν ὣς πάντ᾽ ἀγορεῦσαι:
πάντῃ γὰρ περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρ
λάϊνον : Ἀργεῖοι δὲ καὶ ἀχνύμενοί περ ἀνάγκῃ
νηῶν ἠμύνοντο : θεοὶ δ᾽ ἀκαχήατο θυμὸν
180
πάντες ὅσοι Δαναοῖσι μάχης ἐπιτάρροθοι ἦσαν.