Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
βλήμενον ἀθρήσειε καὶ εὐχετόῳτ᾽ ἐπέεσσι.
Σαρπήδοντι δ᾽ ἄχος γένετο Γλαύκου ἀπιόντος
αὐτίκ᾽ ἐπεί τ᾽ ἐνόησεν : ὅμως δ᾽ οὐ λήθετο χάρμης,
ἀλλ᾽ γε Θεστορίδην Ἀλκμάονα δουρὶ τυχήσας
395
νύξ᾽ , ἐκ δ᾽ ἔσπασεν ἔγχος : δ᾽ ἑσπόμενος πέσε δουρὶ
πρηνής , ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ,
Σαρπηδὼν δ᾽ ἄρ᾽ ἔπαλξιν ἑλὼν χερσὶ στιβαρῇσιν
ἕλχ᾽ , δ᾽ ἕσπετο πᾶσα διαμπερές , αὐτὰρ ὕπερθε
τεῖχος ἐγυμνώθη , πολέεσσι δὲ θῆκε κέλευθον.
400
τὸν δ᾽ Αἴας καὶ Τεῦκρος ὁμαρτήσανθ᾽ μὲν ἰῷ
βεβλήκει τελαμῶνα περὶ στήθεσσι φαεινὸν
ἀσπίδος ἀμφιβρότης : ἀλλὰ Ζεὺς κῆρας ἄμυνε
παιδὸς ἑοῦ , μὴ νηυσὶν ἔπι πρύμνῃσι δαμείη:
Αἴας δ᾽ ἀσπίδα νύξεν ἐπάλμενος , οὐδὲ διὰ πρὸ
405
ἤλυθεν ἐγχείη , στυφέλιξε δέ μιν μεμαῶτα.
χώρησεν δ᾽ ἄρα τυτθὸν ἐπάλξιος : οὐδ᾽ γε πάμπαν
χάζετ᾽ , ἐπεί οἱ θυμὸς ἐέλπετο κῦδος ἀρέσθαι.
κέκλετο δ᾽ ἀντιθέοισιν ἑλιξάμενος Λυκίοισιν:
Λύκιοι τί τ᾽ ἄρ᾽ ὧδε μεθίετε θούριδος ἀλκῆς;
410
ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι
μούνῳ ῥηξαμένῳ θέσθαι παρὰ νηυσὶ κέλευθον:
ἀλλ᾽ ἐφομαρτεῖτε : πλεόνων δέ τι ἔργον ἄμεινον.
ὣς ἔφαθ᾽ , οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν
μᾶλλον ἐπέβρισαν βουληφόρον ἀμφὶ ἄνακτα.
415
Ἀργεῖοι δ᾽ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας
τείχεος ἔντοσθεν , μέγα δέ σφισι φαίνετο ἔργον:
οὔτε γὰρ ἴφθιμοι Λύκιοι Δαναῶν ἐδύναντο
τεῖχος ῥηξάμενοι θέσθαι παρὰ νηυσὶ κέλευθον,
οὔτέ ποτ᾽ αἰχμηταὶ Δαναοὶ Λυκίους ἐδύναντο
420
τείχεος ἂψ ὤσασθαι , ἐπεὶ τὰ πρῶτα πέλασθεν.