Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
13
Ζεὺς δ᾽ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσε,
τοὺς μὲν ἔα παρὰ τῇσι πόνον τ᾽ ἐχέμεν καὶ ὀϊζὺν
νωλεμέως , αὐτὸς δὲ πάλιν τρέπεν ὄσσε φαεινὼ
νόσφιν ἐφ᾽ ἱπποπόλων Θρῃκῶν καθορώμενος αἶαν
5
Μυσῶν τ᾽ ἀγχεμάχων καὶ ἀγαυῶν ἱππημολγῶν
γλακτοφάγων Ἀβίων τε δικαιοτάτων ἀνθρώπων.
ἐς Τροίην δ᾽ οὐ πάμπαν ἔτι τρέπεν ὄσσε φαεινώ:
οὐ γὰρ γ᾽ ἀθανάτων τινα ἔλπετο ὃν κατὰ θυμὸν
ἐλθόντ᾽ Τρώεσσιν ἀρηξέμεν Δαναοῖσιν.
10
οὐδ᾽ ἀλαοσκοπιὴν εἶχε κρείων ἐνοσίχθων:
καὶ γὰρ θαυμάζων ἧστο πτόλεμόν τε μάχην τε
ὑψοῦ ἐπ᾽ ἀκροτάτης κορυφῆς Σάμου ὑληέσσης
Θρηϊκίης : ἔνθεν γὰρ ἐφαίνετο πᾶσα μὲν Ἴδη,
φαίνετο δὲ Πριάμοιο πόλις καὶ νῆες Ἀχαιῶν.
15
ἔνθ᾽ ἄρ᾽ γ᾽ ἐξ ἁλὸς ἕζετ᾽ ἰών , ἐλέαιρε δ᾽ Ἀχαιοὺς
Τρωσὶν δαμναμένους , Διὶ δὲ κρατερῶς ἐνεμέσσα.
αὐτίκα δ᾽ ἐξ ὄρεος κατεβήσετο παιπαλόεντος
κραιπνὰ ποσὶ προβιβάς : τρέμε δ᾽ οὔρεα μακρὰ καὶ ὕλη
ποσσὶν ὑπ᾽ ἀθανάτοισι Ποσειδάωνος ἰόντος.
20
τρὶς μὲν ὀρέξατ᾽ ἰών , τὸ δὲ τέτρατον ἵκετο τέκμωρ
Αἰγάς , ἔνθα δέ οἱ κλυτὰ δώματα βένθεσι λίμνης
χρύσεα μαρμαίροντα τετεύχαται ἄφθιτα αἰεί.
ἔνθ᾽ ἐλθὼν ὑπ᾽ ὄχεσφι τιτύσκετο χαλκόποδ᾽ ἵππω
ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε,
25
χρυσὸν δ᾽ αὐτὸς ἔδυνε περὶ χροΐ , γέντο δ᾽ ἱμάσθλην
χρυσείην εὔτυκτον , ἑοῦ δ᾽ ἐπεβήσετο δίφρου,
βῆ δ᾽ ἐλάαν ἐπὶ κύματ᾽ : ἄταλλε δὲ κήτε᾽ ὑπ᾽ αὐτοῦ
πάντοθεν ἐκ κευθμῶν , οὐδ᾽ ἠγνοίησεν ἄνακτα:
γηθοσύνῃ δὲ θάλασσα διίστατο : τοὶ δὲ πέτοντο
30
ῥίμφα μάλ᾽ , οὐδ᾽ ὑπένερθε διαίνετο χάλκεος ἄξων: