Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
παρμένετ᾽ : οὔ τοι δηρὸν ἐμὲ σχήσουσιν Ἀχαιοὶ
καὶ μάλα πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες,
ἀλλ᾽ ὀΐω χάσσονται ὑπ᾽ ἔγχεος , εἰ ἐτεόν με
ὦρσε θεῶν ὤριστος , ἐρίγδουπος πόσις Ἥρης.
155
ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
Δηΐφοβος δ᾽ ἐν τοῖσι μέγα φρονέων ἐβεβήκει
Πριαμίδης , πρόσθεν δ᾽ ἔχεν ἀσπίδα πάντοσ᾽ ἐΐσην
κοῦφα ποσὶ προβιβὰς καὶ ὑπασπίδια προποδίζων.
Μηριόνης δ᾽ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ
160
καὶ βάλεν , οὐδ᾽ ἀφάμαρτε , κατ᾽ ἀσπίδα πάντοσ᾽ ἐΐσην
ταυρείην : τῆς δ᾽ οὔ τι διήλασεν , ἀλλὰ πολὺ πρὶν
ἐν καυλῷ ἐάγη δολιχὸν δόρυ : Δηΐφοβος δὲ
ἀσπίδα ταυρείην σχέθ᾽ ἀπὸ ἕο , δεῖσε δὲ θυμῷ
ἔγχος Μηριόναο δαΐφρονος : αὐτὰρ γ᾽ ἥρως
165
ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο , χώσατο δ᾽ αἰνῶς
ἀμφότερον , νίκης τε καὶ ἔγχεος ξυνέαξε.
βῆ δ᾽ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν
οἰσόμενος δόρυ μακρόν , οἱ κλισίηφι λέλειπτο.
οἳ δ᾽ ἄλλοι μάρναντο , βοὴ δ᾽ ἄσβεστος ὀρώρει.
170
Τεῦκρος δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα
Ἴμβριον αἰχμητὴν πολυΐππου Μέντορος υἱόν:
ναῖε δὲ Πήδαιον πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν,
κούρην δὲ Πριάμοιο νόθην ἔχε , Μηδεσικάστην:
αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι,
175
ἂψ ἐς Ἴλιον ἦλθε , μετέπρεπε δὲ Τρώεσσι,
ναῖε δὲ πὰρ Πριάμῳ : δέ μιν τίεν ἶσα τέκεσσι.
τόν ῥ᾽ υἱὸς Τελαμῶνος ὑπ᾽ οὔατος ἔγχεϊ μακρῷ
νύξ᾽ , ἐκ δ᾽ ἔσπασεν ἔγχος : δ᾽ αὖτ᾽ ἔπεσεν μελίη ὣς
τ᾽ ὄρεος κορυφῇ ἕκαθεν περιφαινομένοιο
180
χαλκῷ ταμνομένη τέρενα χθονὶ φύλλα πελάσσῃ: