Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἔνθ᾽ Αἰνέας Ἀφαρῆα Καλητορίδην ἐπορούσας
λαιμὸν τύψ᾽ ἐπὶ οἷ τετραμμένον ὀξέϊ δουρί:
ἐκλίνθη δ᾽ ἑτέρωσε κάρη , ἐπὶ δ᾽ ἀσπὶς ἑάφθη
καὶ κόρυς , ἀμφὶ δέ οἱ θάνατος χύτο θυμοραϊστής.
545
Ἀντίλοχος δὲ Θόωνα μεταστρεφθέντα δοκεύσας
οὔτασ᾽ ἐπαΐξας , ἀπὸ δὲ φλέβα πᾶσαν ἔκερσεν,
τ᾽ ἀνὰ νῶτα θέουσα διαμπερὲς αὐχέν᾽ ἱκάνει:
τὴν ἀπὸ πᾶσαν ἔκερσεν : δ᾽ ὕπτιος ἐν κονίῃσι
κάππεσεν , ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας.
550
Ἀντίλοχος δ᾽ ἐπόρουσε , καὶ αἴνυτο τεύχε᾽ ἀπ᾽ ὤμων
παπταίνων : Τρῶες δὲ περισταδὸν ἄλλοθεν ἄλλος
οὔταζον σάκος εὐρὺ παναίολον , οὐδὲ δύναντο
εἴσω ἐπιγράψαι τέρενα χρόα νηλέϊ χαλκῷ
Ἀντιλόχου : πέρι γάρ ῥα Ποσειδάων ἐνοσίχθων
555
Νέστορος υἱὸν ἔρυτο καὶ ἐν πολλοῖσι βέλεσσιν.
οὐ μὲν γάρ ποτ᾽ ἄνευ δηΐων ἦν , ἀλλὰ κατ᾽ αὐτοὺς
στρωφᾶτ᾽ : οὐδέ οἱ ἔγχος ἔχ᾽ ἀτρέμας , ἀλλὰ μάλ᾽ αἰεὶ
σειόμενον ἐλέλικτο : τιτύσκετο δὲ φρεσὶν ᾗσιν
τευ ἀκοντίσσαι , ἠὲ σχεδὸν ὁρμηθῆναι.
560
ἀλλ᾽ οὐ λῆθ᾽ Ἀδάμαντα τιτυσκόμενος καθ᾽ ὅμιλον
Ἀσιάδην , οἱ οὖτα μέσον σάκος ὀξέϊ χαλκῷ
ἐγγύθεν ὁρμηθείς : ἀμενήνωσεν δέ οἱ αἰχμὴν
κυανοχαῖτα Ποσειδάων βιότοιο μεγήρας.
καὶ τὸ μὲν αὐτοῦ μεῖν᾽ ὥς τε σκῶλος πυρίκαυστος
565
ἐν σάκει Ἀντιλόχοιο , τὸ δ᾽ ἥμισυ κεῖτ᾽ ἐπὶ γαίης:
ἂψ δ᾽ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ᾽ ἀλεείνων:
Μηριόνης δ᾽ ἀπιόντα μετασπόμενος βάλε δουρὶ
αἰδοίων τε μεσηγὺ καὶ ὀμφαλοῦ , ἔνθα μάλιστα
γίγνετ᾽ Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσιν.
570
ἔνθά οἱ ἔγχος ἔπηξεν : δ᾽ ἑσπόμενος περὶ δουρὶ