Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Πείσανδρος δ᾽ ἰθὺς Μενελάου κυδαλίμοιο
ἤϊε : τὸν δ᾽ ἄγε μοῖρα κακὴ θανάτοιο τέλος δὲ
σοὶ Μενέλαε δαμῆναι ἐν αἰνῇ δηϊοτῆτι.
οἳ δ᾽ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ᾽ ἀλλήλοισιν ἰόντες
605
Ἀτρεΐδης μὲν ἅμαρτε , παραὶ δέ οἱ ἐτράπετ᾽ ἔγχος,
Πείσανδρος δὲ σάκος Μενελάου κυδαλίμοιο
οὔτασεν , οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι:
ἔσχεθε γὰρ σάκος εὐρύ , κατεκλάσθη δ᾽ ἐνὶ καυλῷ
ἔγχος : δὲ φρεσὶν ᾗσι χάρη καὶ ἐέλπετο νίκην.
610
Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον
ἆλτ᾽ ἐπὶ Πεισάνδρῳ : δ᾽ ὑπ᾽ ἀσπίδος εἵλετο καλὴν
ἀξίνην εὔχαλκον ἐλαΐνῳ ἀμφὶ πελέκκῳ
μακρῷ ἐϋξέστῳ : ἅμα δ᾽ ἀλλήλων ἐφίκοντο.
ἤτοι μὲν κόρυθος φάλον ἤλασεν ἱπποδασείης
615
ἄκρον ὑπὸ λόφον αὐτόν , δὲ προσιόντα μέτωπον
ῥινὸς ὕπερ πυμάτης : λάκε δ᾽ ὀστέα , τὼ δέ οἱ ὄσσε
πὰρ ποσὶν αἱματόεντα χαμαὶ πέσον ἐν κονίῃσιν,
ἰδνώθη δὲ πεσών : δὲ λὰξ ἐν στήθεσι βαίνων
τεύχεά τ᾽ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα:
620
λείψετέ θην οὕτω γε νέας Δαναῶν ταχυπώλων
Τρῶες ὑπερφίαλοι δεινῆς ἀκόρητοι ἀϋτῆς,
ἄλλης μὲν λώβης τε καὶ αἴσχεος οὐκ ἐπιδευεῖς
ἣν ἐμὲ λωβήσασθε κακαὶ κύνες , οὐδέ τι θυμῷ
Ζηνὸς ἐριβρεμέτεω χαλεπὴν ἐδείσατε μῆνιν
625
ξεινίου , ὅς τέ ποτ᾽ ὔμμι διαφθέρσει πόλιν αἰπήν:
οἵ μευ κουριδίην ἄλοχον καὶ κτήματα πολλὰ
μὰψ οἴχεσθ᾽ ἀνάγοντες , ἐπεὶ φιλέεσθε παρ᾽ αὐτῇ:
νῦν αὖτ᾽ ἐν νηυσὶν μενεαίνετε ποντοπόροισι
πῦρ ὀλοὸν βαλέειν , κτεῖναι δ᾽ ἥρωας Ἀχαιούς.
630
ἀλλά ποθι σχήσεσθε καὶ ἐσσύμενοί περ Ἄρηος.