Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
γυῖα δ᾽ ἔθηκεν ἐλαφρὰ πόδας καὶ χεῖρας ὕπερθεν.
αὐτὸς δ᾽ ὥς τ᾽ ἴρηξ ὠκύπτερος ὦρτο πέτεσθαι,
ὅς ῥά τ᾽ ἀπ᾽ αἰγίλιπος πέτρης περιμήκεος ἀρθεὶς
ὁρμήσῃ πεδίοιο διώκειν ὄρνεον ἄλλο,
65
ὣς ἀπὸ τῶν ἤϊξε Ποσειδάων ἐνοσίχθων.
τοῖιν δ᾽ ἔγνω πρόσθεν Ὀϊλῆος ταχὺς Αἴας,
αἶψα δ᾽ ἄρ᾽ Αἴαντα προσέφη Τελαμώνιον υἱόν:
Αἶαν ἐπεί τις νῶϊ θεῶν οἳ Ὄλυμπον ἔχουσι
μάντεϊ εἰδόμενος κέλεται παρὰ νηυσὶ μάχεσθαι,
70
οὐδ᾽ γε Κάλχας ἐστὶ θεοπρόπος οἰωνιστής:
ἴχνια γὰρ μετόπισθε ποδῶν ἠδὲ κνημάων
ῥεῖ᾽ ἔγνων ἀπιόντος : ἀρίγνωτοι δὲ θεοί περ:
καὶ δ᾽ ἐμοὶ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι φίλοισι
μᾶλλον ἐφορμᾶται πολεμίζειν ἠδὲ μάχεσθαι,
75
μαιμώωσι δ᾽ ἔνερθε πόδες καὶ χεῖρες ὕπερθε.
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας:
οὕτω νῦν καὶ ἐμοὶ περὶ δούρατι χεῖρες ἄαπτοι
μαιμῶσιν , καί μοι μένος ὤρορε , νέρθε δὲ ποσσὶν
ἔσσυμαι ἀμφοτέροισι : μενοινώω δὲ καὶ οἶος
80
Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτι μάχεσθαι.
ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον
χάρμῃ γηθόσυνοι , τήν σφιν θεὸς ἔμβαλε θυμῷ:
τόφρα δὲ τοὺς ὄπιθεν γαιήοχος ὦρσεν Ἀχαιούς,
οἳ παρὰ νηυσὶ θοῇσιν ἀνέψυχον φίλον ἦτορ.
85
τῶν ῥ᾽ ἅμα τ᾽ ἀργαλέῳ καμάτῳ φίλα γυῖα λέλυντο,
καί σφιν ἄχος κατὰ θυμὸν ἐγίγνετο δερκομένοισι
Τρῶας , τοὶ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ.
τοὺς οἵ γ᾽ εἰσορόωντες ὑπ᾽ ὀφρύσι δάκρυα λεῖβον:
οὐ γὰρ ἔφαν φεύξεσθαι ὑπ᾽ ἐκ κακοῦ : ἀλλ᾽ ἐνοσίχθων
90
ῥεῖα μετεισάμενος κρατερὰς ὄτρυνε φάλαγγας.