Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Φείδας τε Στιχίος τε Βίας τ᾽ ἐΰς : αὐτὰρ Ἐπειῶν
Φυλεΐδης τε Μέγης Ἀμφίων τε Δρακίος τε,
πρὸ Φθίων δὲ Μέδων τε μενεπτόλεμός τε Ποδάρκης.
ἤτοι μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο
695
ἔσκε Μέδων Αἴαντος ἀδελφεός : αὐτὰρ ἔναιεν
ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς
γνωτὸν μητρυιῆς Ἐριώπιδος , ἣν ἔχ᾽ Ὀϊλεύς:
αὐτὰρ Ἰφίκλοιο πάϊς τοῦ Φυλακίδαο.
οἳ μὲν πρὸ Φθίων μεγαθύμων θωρηχθέντες
700
ναῦφιν ἀμυνόμενοι μετὰ Βοιωτῶν ἐμάχοντο:
Αἴας δ᾽ οὐκέτι πάμπαν Ὀϊλῆος ταχὺς υἱὸς
ἵστατ᾽ ἀπ᾽ Αἴαντος Τελαμωνίου οὐδ᾽ ἠβαιόν,
ἀλλ᾽ ὥς τ᾽ ἐν νειῷ βόε οἴνοπε πηκτὸν ἄροτρον
ἶσον θυμὸν ἔχοντε τιταίνετον : ἀμφὶ δ᾽ ἄρά σφι
705
πρυμνοῖσιν κεράεσσι πολὺς ἀνακηκίει ἱδρώς:
τὼ μέν τε ζυγὸν οἶον ἐΰξοον ἀμφὶς ἐέργει
ἱεμένω κατὰ ὦλκα : τέμει δέ τε τέλσον ἀρούρης:
ὣς τὼ παρβεβαῶτε μάλ᾽ ἕστασαν ἀλλήλοιιν.
ἀλλ᾽ ἤτοι Τελαμωνιάδῃ πολλοί τε καὶ ἐσθλοὶ
710
λαοὶ ἕπονθ᾽ ἕταροι , οἵ οἱ σάκος ἐξεδέχοντο
ὁππότε μιν κάματός τε καὶ ἱδρὼς γούναθ᾽ ἵκοιτο.
οὐδ᾽ ἄρ᾽ Ὀϊλιάδῃ μεγαλήτορι Λοκροὶ ἕποντο:
οὐ γάρ σφι σταδίῃ ὑσμίνῃ μίμνε φίλον κῆρ:
οὐ γὰρ ἔχον κόρυθας χαλκήρεας ἱπποδασείας,
715
οὐδ᾽ ἔχον ἀσπίδας εὐκύκλους καὶ μείλινα δοῦρα,
ἀλλ᾽ ἄρα τόξοισιν καὶ ἐϋστρεφεῖ οἶος ἀώτῳ
Ἴλιον εἰς ἅμ᾽ ἕποντο πεποιθότες , οἷσιν ἔπειτα
ταρφέα βάλλοντες Τρώων ῥήγνυντο φάλαγγας:
δή ῥα τόθ᾽ οἳ μὲν πρόσθε σὺν ἔντεσι δαιδαλέοισι
720
μάρναντο Τρωσίν τε καὶ Ἕκτορι χαλκοκορυστῇ,