Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Πουλυδάμα σὺ μὲν αὐτοῦ ἐρύκακε πάντας ἀρίστους,
αὐτὰρ ἐγὼ κεῖσ᾽ εἶμι καὶ ἀντιόω πολέμοιο:
αἶψα δ᾽ ἐλεύσομαι αὖτις ἐπὴν εὖ τοῖς ἐπιτείλω.
ῥα , καὶ ὁρμήθη ὄρεϊ νιφόεντι ἐοικὼς
755
κεκλήγων , διὰ δὲ Τρώων πέτετ᾽ ἠδ᾽ ἐπικούρων.
οἳ δ᾽ ἐς Πανθοΐδην ἀγαπήνορα Πουλυδάμαντα
πάντες ἐπεσσεύοντ᾽ , ἐπεὶ Ἕκτορος ἔκλυον αὐδήν.
αὐτὰρ Δηΐφοβόν τε βίην θ᾽ Ἑλένοιο ἄνακτος
Ἀσιάδην τ᾽ Ἀδάμαντα καὶ Ἄσιον Ὑρτάκου υἱὸν
760
φοίτα ἀνὰ προμάχους διζήμενος , εἴ που ἐφεύροι.
τοὺς δ᾽ εὗρ᾽ οὐκέτι πάμπαν ἀπήμονας οὐδ᾽ ἀνολέθρους:
ἀλλ᾽ οἳ μὲν δὴ νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν
χερσὶν ὑπ᾽ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες,
οἳ δ᾽ ἐν τείχει ἔσαν βεβλημένοι οὐτάμενοί τε.
765
τὸν δὲ τάχ᾽ εὗρε μάχης ἐπ᾽ ἀριστερὰ δακρυοέσσης
δῖον Ἀλέξανδρον Ἑλένης πόσιν ἠϋκόμοιο
θαρσύνονθ᾽ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι,
ἀγχοῦ δ᾽ ἱστάμενος προσέφη αἰσχροῖς ἐπέεσσι:
Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ
770
ποῦ τοι Δηΐφοβός τε βίη θ᾽ Ἑλένοιο ἄνακτος
Ἀσιάδης τ᾽ Ἀδάμας ἠδ᾽ Ἄσιος Ὑρτάκου υἱός;
ποῦ δέ τοι Ὀθρυονεύς ; νῦν ὤλετο πᾶσα κατ᾽ ἄκρης
Ἴλιος αἰπεινή : νῦν τοι σῶς αἰπὺς ὄλεθρος.
τὸν δ᾽ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής:
775
Ἕκτορ ἐπεί τοι θυμὸς ἀναίτιον αἰτιάασθαι,
ἄλλοτε δή ποτε μᾶλλον ἐρωῆσαι πολέμοιο
μέλλω , ἐπεὶ οὐδ᾽ ἐμὲ πάμπαν ἀνάλκιδα γείνατο μήτηρ:
ἐξ οὗ γὰρ παρὰ νηυσὶ μάχην ἤγειρας ἑταίρων,
ἐκ τοῦ δ᾽ ἐνθάδ᾽ ἐόντες ὁμιλέομεν Δαναοῖσι
780
νωλεμέως : ἕταροι δὲ κατέκταθεν οὓς σὺ μεταλλᾷς.