Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἧκεν : Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλ᾽ ἑκάστῳ
καρδίῃ , ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.
Ἥρη δ᾽ εἰσεῖδε χρυσόθρονος ὀφθαλμοῖσι
στᾶσ᾽ ἐξ Οὐλύμποιο ἀπὸ ῥίου : αὐτίκα δ᾽ ἔγνω
155
τὸν μὲν ποιπνύοντα μάχην ἀνὰ κυδιάνειραν
αὐτοκασίγνητον καὶ δαέρα , χαῖρε δὲ θυμῷ:
Ζῆνα δ᾽ ἐπ᾽ ἀκροτάτης κορυφῆς πολυπίδακος Ἴδης
ἥμενον εἰσεῖδε , στυγερὸς δέ οἱ ἔπλετο θυμῷ.
μερμήριξε δ᾽ ἔπειτα βοῶπις πότνια Ἥρη
160
ὅππως ἐξαπάφοιτο Διὸς νόον αἰγιόχοιο:
ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ
ἐλθεῖν εἰς Ἴδην εὖ ἐντύνασαν αὐτήν,
εἴ πως ἱμείραιτο παραδραθέειν φιλότητι
χροιῇ , τῷ δ᾽ ὕπνον ἀπήμονά τε λιαρόν τε
165
χεύῃ ἐπὶ βλεφάροισιν ἰδὲ φρεσὶ πευκαλίμῃσι.
βῆ δ᾽ ἴμεν ἐς θάλαμον , τόν οἱ φίλος υἱὸς ἔτευξεν
Ἥφαιστος , πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσε
κληῗδι κρυπτῇ , τὴν δ᾽ οὐ θεὸς ἄλλος ἀνῷγεν:
ἔνθ᾽ γ᾽ εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς.
170
ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἱμερόεντος
λύματα πάντα κάθηρεν , ἀλείψατο δὲ λίπ᾽ ἐλαίῳ
ἀμβροσίῳ ἑδανῷ , τό ῥά οἱ τεθυωμένον ἦεν:
τοῦ καὶ κινυμένοιο Διὸς κατὰ χαλκοβατὲς δῶ
ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετ᾽ ἀϋτμή.
175
τῷ ῥ᾽ γε χρόα καλὸν ἀλειψαμένη ἰδὲ χαίτας
πεξαμένη χερσὶ πλοκάμους ἔπλεξε φαεινοὺς
καλοὺς ἀμβροσίους ἐκ κράατος ἀθανάτοιο.
ἀμφὶ δ᾽ ἄρ᾽ ἀμβρόσιον ἑανὸν ἕσαθ᾽ , ὅν οἱ Ἀθήνη
ἔξυσ᾽ ἀσκήσασα , τίθει δ᾽ ἐνὶ δαίδαλα πολλά:
180
χρυσείῃς δ᾽ ἐνετῇσι κατὰ στῆθος περονᾶτο.