Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
αἳ νῦν μιν τείρουσι κατὰ φρένας , αὐτὰρ Ἀχαιοὺς
αὖτις ἀποστρέψῃσιν ἀνάλκιδα φύζαν ἐνόρσας,
φεύγοντες δ᾽ ἐν νηυσὶ πολυκλήϊσι πέσωσι
Πηλεΐδεω Ἀχιλῆος : δ᾽ ἀνστήσει ὃν ἑταῖρον
65
Πάτροκλον : τὸν δὲ κτενεῖ ἔγχεϊ φαίδιμος Ἕκτωρ
Ἰλίου προπάροιθε πολέας ὀλέσαντ᾽ αἰζηοὺς
τοὺς ἄλλους , μετὰ δ᾽ υἱὸν ἐμὸν Σαρπηδόνα δῖον.
τοῦ δὲ χολωσάμενος κτενεῖ Ἕκτορα δῖος Ἀχιλλεύς.
ἐκ τοῦ δ᾽ ἄν τοι ἔπειτα παλίωξιν παρὰ νηῶν
70
αἰὲν ἐγὼ τεύχοιμι διαμπερὲς εἰς κ᾽ Ἀχαιοὶ
Ἴλιον αἰπὺ ἕλοιεν Ἀθηναίης διὰ βουλάς.
τὸ πρὶν δ᾽ οὔτ᾽ ἄρ᾽ ἐγὼ παύω χόλον οὔτέ τιν᾽ ἄλλον
ἀθανάτων Δαναοῖσιν ἀμυνέμεν ἐνθάδ᾽ ἐάσω
πρίν γε τὸ Πηλεΐδαο τελευτηθῆναι ἐέλδωρ,
75
ὥς οἱ ὑπέστην πρῶτον , ἐμῷ δ᾽ ἐπένευσα κάρητι,
ἤματι τῷ ὅτ᾽ ἐμεῖο θεὰ Θέτις ἥψατο γούνων,
λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον.
ὣς ἔφατ᾽ , οὐδ᾽ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,
βῆ δ᾽ ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον.
80
ὡς δ᾽ ὅτ᾽ ἂν ἀΐξῃ νόος ἀνέρος , ὅς τ᾽ ἐπὶ πολλὴν
γαῖαν ἐληλουθὼς φρεσὶ πευκαλίμῃσι νοήσῃ
ἔνθ᾽ εἴην ἔνθα , μενοινήῃσί τε πολλά,
ὣς κραιπνῶς μεμαυῖα διέπτατο πότνια Ἥρη:
ἵκετο δ᾽ αἰπὺν Ὄλυμπον , ὁμηγερέεσσι δ᾽ ἐπῆλθεν
85
ἀθανάτοισι θεοῖσι Διὸς δόμῳ : οἳ δὲ ἰδόντες
πάντες ἀνήϊξαν καὶ δεικανόωντο δέπασσιν.
δ᾽ ἄλλους μὲν ἔασε , Θέμιστι δὲ καλλιπαρῄῳ
δέκτο δέπας : πρώτη γὰρ ἐναντίη ἦλθε θέουσα,
καί μιν φωνήσασ᾽ ἔπεα πτερόεντα προσηύδα:
90
Ἥρη τίπτε βέβηκας ; ἀτυζομένῃ δὲ ἔοικας: