Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Φύλαντος θυγάτηρ : τῆς δὲ κρατὺς ἀργεϊφόντης
ἠράσατ᾽ , ὀφθαλμοῖσιν ἰδὼν μετὰ μελπομένῃσιν
ἐν χορῷ Ἀρτέμιδος χρυσηλακάτου κελαδεινῆς.
αὐτίκα δ᾽ εἰς ὑπερῷ᾽ ἀναβὰς παρελέξατο λάθρῃ
185
Ἑρμείας ἀκάκητα , πόρεν δέ οἱ ἀγλαὸν υἱὸν
Εὔδωρον πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν.
αὐτὰρ ἐπεὶ δὴ τόν γε μογοστόκος Εἰλείθυια
ἐξάγαγε πρὸ φόως δὲ καὶ ἠελίου ἴδεν αὐγάς,
τὴν μὲν Ἐχεκλῆος κρατερὸν μένος Ἀκτορίδαο
190
ἠγάγετο πρὸς δώματ᾽ , ἐπεὶ πόρε μυρία ἕδνα,
τὸν δ᾽ γέρων Φύλας εὖ ἔτρεφεν ἠδ᾽ ἀτίταλλεν
ἀμφαγαπαζόμενος ὡς εἴ θ᾽ ἑὸν υἱὸν ἐόντα.
τῆς δὲ τρίτης Πείσανδρος ἀρήϊος ἡγεμόνευε
Μαιμαλίδης , ὃς πᾶσι μετέπρεπε Μυρμιδόνεσσιν
195
ἔγχεϊ μάρνασθαι μετὰ Πηλεΐωνος ἑταῖρον.
τῆς δὲ τετάρτης ἦρχε γέρων ἱππηλάτα Φοῖνιξ,
πέμπτης δ᾽ Ἀλκιμέδων Λαέρκεος υἱὸς ἀμύμων.
αὐτὰρ ἐπεὶ δὴ πάντας ἅμ᾽ ἡγεμόνεσσιν Ἀχιλλεὺς
στῆσεν ἐῢ κρίνας , κρατερὸν δ᾽ ἐπὶ μῦθον ἔτελλε:
200
Μυρμιδόνες μή τίς μοι ἀπειλάων λελαθέσθω,
ἃς ἐπὶ νηυσὶ θοῇσιν ἀπειλεῖτε Τρώεσσι
πάνθ᾽ ὑπὸ μηνιθμόν , καί μ᾽ ᾐτιάασθε ἕκαστος:
σχέτλιε Πηλέος υἱὲ χόλῳ ἄρα σ᾽ ἔτρεφε μήτηρ,
νηλεές , ὃς παρὰ νηυσὶν ἔχεις ἀέκοντας ἑταίρους:
205
οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα ποντοπόροισιν
αὖτις , ἐπεί ῥά τοι ὧδε κακὸς χόλος ἔμπεσε θυμῷ.
ταῦτά μ᾽ ἀγειρόμενοι θάμ᾽ ἐβάζετε : νῦν δὲ πέφανται
φυλόπιδος μέγα ἔργον , ἕης τὸ πρίν γ᾽ ἐράασθε.
ἔνθά τις ἄλκιμον ἦτορ ἔχων Τρώεσσι μαχέσθω.
210
ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.