Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
κεῖται Σαρπηδὼν Λυκίων ἀγὸς ἀσπιστάων,
ὃς Λυκίην εἴρυτο δίκῃσί τε καὶ σθένεϊ :
τὸν δ᾽ ὑπὸ Πατρόκλῳ δάμασ᾽ ἔγχεϊ χάλκεος Ἄρης.
ἀλλὰ φίλοι πάρστητε , νεμεσσήθητε δὲ θυμῷ,
545
μὴ ἀπὸ τεύχε᾽ ἕλωνται , ἀεικίσσωσι δὲ νεκρὸν
Μυρμιδόνες , Δαναῶν κεχολωμένοι ὅσσοι ὄλοντο,
τοὺς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνομεν ἐγχείῃσιν.
ὣς ἔφατο , Τρῶας δὲ κατὰ κρῆθεν λάβε πένθος
ἄσχετον , οὐκ ἐπιεικτόν , ἐπεί σφισιν ἕρμα πόληος
550
ἔσκε καὶ ἀλλοδαπός περ ἐών : πολέες γὰρ ἅμ᾽ αὐτῷ
λαοὶ ἕποντ᾽ , ἐν δ᾽ αὐτὸς ἀριστεύεσκε μάχεσθαι:
βὰν δ᾽ ἰθὺς Δαναῶν λελιημένοι : ἦρχε δ᾽ ἄρά σφιν
Ἕκτωρ χωόμενος Σαρπηδόνος . αὐτὰρ Ἀχαιοὺς
ὦρσε Μενοιτιάδεω Πατροκλῆος λάσιον κῆρ:
555
Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ:
Αἴαντε νῦν σφῶϊν ἀμύνεσθαι φίλον ἔστω,
οἷοί περ πάρος ἦτε μετ᾽ ἀνδράσιν καὶ ἀρείους.
κεῖται ἀνὴρ ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν
Σαρπηδών : ἀλλ᾽ εἴ μιν ἀεικισσαίμεθ᾽ ἑλόντες,
560
τεύχεά τ᾽ ὤμοιιν ἀφελοίμεθα , καί τιν᾽ ἑταίρων
αὐτοῦ ἀμυνομένων δαμασαίμεθα νηλέϊ χαλκῷ.
ὣς ἔφαθ᾽ , οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον.
οἳ δ᾽ ἐπεὶ ἀμφοτέρωθεν ἐκαρτύναντο φάλαγγας
Τρῶες καὶ Λύκιοι καὶ Μυρμιδόνες καὶ Ἀχαιοί,
565
σύμβαλον ἀμφὶ νέκυι κατατεθνηῶτι μάχεσθαι
δεινὸν ἀΰσαντες : μέγα δ᾽ ἔβραχε τεύχεα φωτῶν.
Ζεὺς δ᾽ ἐπὶ νύκτ᾽ ὀλοὴν τάνυσε κρατερῇ ὑσμίνῃ,
ὄφρα φίλῳ περὶ παιδὶ μάχης ὀλοὸς πόνος εἴη.
ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς:
570
βλῆτο γὰρ οὔ τι κάκιστος ἀνὴρ μετὰ Μυρμιδόνεσσιν