Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἀσπερχὲς κεχολῶσθαι ἐνὶ φρεσίν : ἤτοι ἔφην γε
οὐ πρὶν μηνιθμὸν καταπαυσέμεν , ἀλλ᾽ ὁπότ᾽ ἂν δὴ
νῆας ἐμὰς ἀφίκηται ἀϋτή τε πτόλεμός τε.
τύνη δ᾽ ὤμοιιν μὲν ἐμὰ κλυτὰ τεύχεα δῦθι,
65
ἄρχε δὲ Μυρμιδόνεσσι φιλοπτολέμοισι μάχεσθαι,
εἰ δὴ κυάνεον Τρώων νέφος ἀμφιβέβηκε
νηυσὶν ἐπικρατέως , οἳ δὲ ῥηγμῖνι θαλάσσης
κεκλίαται , χώρης ὀλίγην ἔτι μοῖραν ἔχοντες
Ἀργεῖοι , Τρώων δὲ πόλις ἐπὶ πᾶσα βέβηκε
70
θάρσυνος : οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπον
ἐγγύθι λαμπομένης : τάχα κεν φεύγοντες ἐναύλους
πλήσειαν νεκύων , εἴ μοι κρείων Ἀγαμέμνων
ἤπια εἰδείη : νῦν δὲ στρατὸν ἀμφιμάχονται.
οὐ γὰρ Τυδεΐδεω Διομήδεος ἐν παλάμῃσι
75
μαίνεται ἐγχείη Δαναῶν ἀπὸ λοιγὸν ἀμῦναι:
οὐδέ πω Ἀτρεΐδεω ὀπὸς ἔκλυον αὐδήσαντος
ἐχθρῆς ἐκ κεφαλῆς : ἀλλ᾽ Ἕκτορος ἀνδροφόνοιο
Τρωσὶ κελεύοντος περιάγνυται , οἳ δ᾽ ἀλαλητῷ
πᾶν πεδίον κατέχουσι μάχῃ νικῶντες Ἀχαιούς.
80
ἀλλὰ καὶ ὧς Πάτροκλε νεῶν ἄπο λοιγὸν ἀμύνων
ἔμπεσ᾽ ἐπικρατέως , μὴ δὴ πυρὸς αἰθομένοιο
νῆας ἐνιπρήσωσι , φίλον δ᾽ ἀπὸ νόστον ἕλωνται.
πείθεο δ᾽ ὥς τοι ἐγὼ μύθου τέλος ἐν φρεσὶ θείω,
ὡς ἄν μοι τιμὴν μεγάλην καὶ κῦδος ἄρηαι
85
πρὸς πάντων Δαναῶν , ἀτὰρ οἳ περικαλλέα κούρην
ἂψ ἀπονάσσωσιν , ποτὶ δ᾽ ἀγλαὰ δῶρα πόρωσιν.
ἐκ νηῶν ἐλάσας ἰέναι πάλιν : εἰ δέ κεν αὖ τοι
δώῃ κῦδος ἀρέσθαι ἐρίγδουπος πόσις Ἥρης,
μὴ σύ γ᾽ ἄνευθεν ἐμεῖο λιλαίεσθαι πολεμίζειν
90
Τρωσὶ φιλοπτολέμοισιν : ἀτιμότερον δέ με θήσεις: