Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
κάλλιπες Ἀργείοισιν ἕλωρ καὶ κύρμα γενέσθαι,
ὅς τοι πόλλ᾽ ὄφελος γένετο πτόλεΐ τε καὶ αὐτῷ
ζωὸς ἐών : νῦν δ᾽ οὔ οἱ ἀλαλκέμεναι κύνας ἔτλης.
τὼ νῦν εἴ τις ἐμοὶ Λυκίων ἐπιπείσεται ἀνδρῶν
155
οἴκαδ᾽ ἴμεν , Τροίῃ δὲ πεφήσεται αἰπὺς ὄλεθρος.
εἰ γὰρ νῦν Τρώεσσι μένος πολυθαρσὲς ἐνείη
ἄτρομον , οἷόν τ᾽ ἄνδρας ἐσέρχεται οἳ περὶ πάτρης
ἀνδράσι δυσμενέεσσι πόνον καὶ δῆριν ἔθεντο,
αἶψά κε Πάτροκλον ἐρυσαίμεθα Ἴλιον εἴσω.
160
εἰ δ᾽ οὗτος προτὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος
ἔλθοι τεθνηὼς καί μιν ἐρυσαίμεθα χάρμης,
αἶψά κεν Ἀργεῖοι Σαρπηδόνος ἔντεα καλὰ
λύσειαν , καί κ᾽ αὐτὸν ἀγοίμεθα Ἴλιον εἴσω:
τοίου γὰρ θεράπων πέφατ᾽ ἀνέρος , ὃς μέγ᾽ ἄριστος
165
Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες.
ἀλλὰ σύ γ᾽ Αἴαντος μεγαλήτορος οὐκ ἐτάλασσας
στήμεναι ἄντα κατ᾽ ὄσσε ἰδὼν δηΐων ἐν ἀϋτῇ,
οὐδ᾽ ἰθὺς μαχέσασθαι , ἐπεὶ σέο φέρτερός ἐστι.
τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ:
170
Γλαῦκε τί δὲ σὺ τοῖος ἐὼν ὑπέροπλον ἔειπες;
πόποι τ᾽ ἐφάμην σὲ περὶ φρένας ἔμμεναι ἄλλων
τῶν ὅσσοι Λυκίην ἐριβώλακα ναιετάουσι:
νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας οἷον ἔειπες,
ὅς τέ με φῂς Αἴαντα πελώριον οὐχ ὑπομεῖναι.
175
οὔ τοι ἐγὼν ἔρριγα μάχην οὐδὲ κτύπον ἵππων:
ἀλλ᾽ αἰεί τε Διὸς κρείσσων νόος αἰγιόχοιο,
ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην
ῥηϊδίως , ὁτὲ δ᾽ αὐτὸς ἐποτρύνει μαχέσασθαι.
ἀλλ᾽ ἄγε δεῦρο πέπον , παρ᾽ ἔμ᾽ ἵστασο καὶ ἴδε ἔργον,
180
ἠὲ πανημέριος κακὸς ἔσσομαι , ὡς ἀγορεύεις,