Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὣς ἔφατ᾽ , Ἀλκιμέδων δὲ βοηθόον ἅρμ᾽ ἐπορούσας
καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν,
Αὐτομέδων δ᾽ ἀπόρουσε : νόησε δὲ φαίδιμος Ἕκτωρ,
αὐτίκα δ᾽ Αἰνείαν προσεφώνεεν ἐγγὺς ἐόντα:
485
Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων
ἵππω τώδ᾽ ἐνόησα ποδώκεος Αἰακίδαο
ἐς πόλεμον προφανέντε σὺν ἡνιόχοισι κακοῖσι:
τώ κεν ἐελποίμην αἱρησέμεν , εἰ σύ γε θυμῷ
σῷ ἐθέλεις , ἐπεὶ οὐκ ἂν ἐφορμηθέντε γε νῶϊ
490
τλαῖεν ἐναντίβιον στάντες μαχέσασθαι Ἄρηϊ.
ὣς ἔφατ᾽ , οὐδ᾽ ἀπίθησεν ἐῢς πάϊς Ἀγχίσαο.
τὼ δ᾽ ἰθὺς βήτην βοέῃς εἰλυμένω ὤμους
αὔῃσι στερεῇσι : πολὺς δ᾽ ἐπελήλατο χαλκός.
τοῖσι δ᾽ ἅμα Χρομίος τε καὶ Ἄρητος θεοειδὴς
495
ἤϊσαν ἀμφότεροι : μάλα δέ σφισιν ἔλπετο θυμὸς
αὐτώ τε κτενέειν ἐλάαν τ᾽ ἐριαύχενας ἵππους
νήπιοι , οὐδ᾽ ἄρ᾽ ἔμελλον ἀναιμωτί γε νέεσθαι
αὖτις ἀπ᾽ Αὐτομέδοντος . δ᾽ εὐξάμενος Διὶ πατρὶ
ἀλκῆς καὶ σθένεος πλῆτο φρένας ἀμφὶ μελαίνας:
500
αὐτίκα δ᾽ Ἀλκιμέδοντα προσηύδα πιστὸν ἑταῖρον:
Ἀλκίμεδον μὴ δή μοι ἀπόπροθεν ἰσχέμεν ἵππους,
ἀλλὰ μάλ᾽ ἐμπνείοντε μεταφρένῳ : οὐ γὰρ ἔγωγε
Ἕκτορα Πριαμίδην μένεος σχήσεσθαι ὀΐω,
πρίν γ᾽ ἐπ᾽ Ἀχιλλῆος καλλίτριχε βήμεναι ἵππω
505
νῶϊ κατακτείναντα , φοβῆσαί τε στίχας ἀνδρῶν
Ἀργείων , κ᾽ αὐτὸς ἐνὶ πρώτοισιν ἁλοίη.
ὣς εἰπὼν Αἴαντε καλέσσατο καὶ Μενέλαον:
Αἴαντ᾽ Ἀργείων ἡγήτορε καὶ Μενέλαε
ἤτοι μὲν τὸν νεκρὸν ἐπιτράπεθ᾽ οἵ περ ἄριστοι
510
ἀμφ᾽ αὐτῷ βεβάμεν καὶ ἀμύνεσθαι στίχας ἀνδρῶν,