Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
18
ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο,
Ἀντίλοχος δ᾽ Ἀχιλῆϊ πόδας ταχὺς ἄγγελος ἦλθε.
τὸν δ᾽ εὗρε προπάροιθε νεῶν ὀρθοκραιράων
τὰ φρονέοντ᾽ ἀνὰ θυμὸν δὴ τετελεσμένα ἦεν:
5
ὀχθήσας δ᾽ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν:
μοι ἐγώ , τί τ᾽ ἄρ᾽ αὖτε κάρη κομόωντες Ἀχαιοὶ
νηυσὶν ἔπι κλονέονται ἀτυζόμενοι πεδίοιο;
μὴ δή μοι τελέσωσι θεοὶ κακὰ κήδεα θυμῷ,
ὥς ποτέ μοι μήτηρ διεπέφραδε καί μοι ἔειπε
10
Μυρμιδόνων τὸν ἄριστον ἔτι ζώοντος ἐμεῖο
χερσὶν ὕπο Τρώων λείψειν φάος ἠελίοιο.
μάλα δὴ τέθνηκε Μενοιτίου ἄλκιμος υἱὸς
σχέτλιος : τ᾽ ἐκέλευον ἀπωσάμενον δήϊον πῦρ
ἂψ ἐπὶ νῆας ἴμεν , μηδ᾽ Ἕκτορι ἶφι μάχεσθαι.
15
εἷος ταῦθ᾽ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
τόφρά οἱ ἐγγύθεν ἦλθεν ἀγαυοῦ Νέστορος υἱὸς
δάκρυα θερμὰ χέων , φάτο δ᾽ ἀγγελίην ἀλεγεινήν:
μοι Πηλέος υἱὲ δαΐφρονος μάλα λυγρῆς
πεύσεαι ἀγγελίης , μὴ ὤφελλε γενέσθαι.
20
κεῖται Πάτροκλος , νέκυος δὲ δὴ ἀμφιμάχονται
γυμνοῦ : ἀτὰρ τά γε τεύχε᾽ ἔχει κορυθαίολος Ἕκτωρ.
ὣς φάτο , τὸν δ᾽ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα:
ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν
χεύατο κὰκ κεφαλῆς , χαρίεν δ᾽ ᾔσχυνε πρόσωπον:
25
νεκταρέῳ δὲ χιτῶνι μέλαιν᾽ ἀμφίζανε τέφρη.
αὐτὸς δ᾽ ἐν κονίῃσι μέγας μεγαλωστὶ τανυσθεὶς
κεῖτο , φίλῃσι δὲ χερσὶ κόμην ᾔσχυνε δαΐζων.
δμῳαὶ δ᾽ ἃς Ἀχιλεὺς ληΐσσατο Πάτροκλός τε
θυμὸν ἀκηχέμεναι μεγάλ᾽ ἴαχον , ἐκ δὲ θύραζε
30
ἔδραμον ἀμφ᾽ Ἀχιλῆα δαΐφρονα , χερσὶ δὲ πᾶσαι