Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὥς κέ τις αὖτ᾽ Ἀχιλῆα μετὰ πρώτοισιν ἴδηται
ἔγχεϊ χαλκείῳ Τρώων ὀλέκοντα φάλαγγας.
ὧδέ τις ὑμείων μεμνημένος ἀνδρὶ μαχέσθω.
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
155
μὴ δ᾽ οὕτως , ἀγαθός περ ἐών , θεοείκελ᾽ Ἀχιλλεῦ
νήστιας ὄτρυνε προτὶ Ἴλιον υἷας Ἀχαιῶν
Τρωσὶ μαχησομένους , ἐπεὶ οὐκ ὀλίγον χρόνον ἔσται
φύλοπις , εὖτ᾽ ἂν πρῶτον ὁμιλήσωσι φάλαγγες
ἀνδρῶν , ἐν δὲ θεὸς πνεύσῃ μένος ἀμφοτέροισιν.
160
ἀλλὰ πάσασθαι ἄνωχθι θοῇς ἐπὶ νηυσὶν Ἀχαιοὺς
σίτου καὶ οἴνοιο : τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή.
οὐ γὰρ ἀνὴρ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
ἄκμηνος σίτοιο δυνήσεται ἄντα μάχεσθαι:
εἴ περ γὰρ θυμῷ γε μενοινάᾳ πολεμίζειν,
165
ἀλλά τε λάθρῃ γυῖα βαρύνεται , ἠδὲ κιχάνει
δίψά τε καὶ λιμός , βλάβεται δέ τε γούνατ᾽ ἰόντι.
ὃς δέ κ᾽ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς
ἀνδράσι δυσμενέεσσι πανημέριος πολεμίζῃ,
θαρσαλέον νύ οἱ ἦτορ ἐνὶ φρεσίν , οὐδέ τι γυῖα
170
πρὶν κάμνει πρὶν πάντας ἐρωῆσαι πολέμοιο.
ἀλλ᾽ ἄγε λαὸν μὲν σκέδασον καὶ δεῖπνον ἄνωχθι
ὅπλεσθαι : τὰ δὲ δῶρα ἄναξ ἀνδρῶν Ἀγαμέμνων
οἰσέτω ἐς μέσσην ἀγορήν , ἵνα πάντες Ἀχαιοὶ
ὀφθαλμοῖσιν ἴδωσι , σὺ δὲ φρεσὶ σῇσιν ἰανθῇς.
175
ὀμνυέτω δέ τοι ὅρκον ἐν Ἀργείοισιν ἀναστὰς
μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι:
θέμις ἐστὶν ἄναξ τ᾽ ἀνδρῶν τε γυναικῶν:
καὶ δὲ σοὶ αὐτῷ θυμὸς ἐνὶ φρεσὶν ἵλαος ἔστω.
αὐτὰρ ἔπειτά σε δαιτὶ ἐνὶ κλισίῃς ἀρεσάσθω
180
πιείρῃ , ἵνα μή τι δίκης ἐπιδευὲς ἔχῃσθα.