Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
οὐκ ἂν δή ποτε θυμὸν ἐνὶ στήθεσσιν ἐμοῖσιν
Ἀτρεΐδης ὤρινε διαμπερές , οὐδέ κε κούρην
ἦγεν ἐμεῦ ἀέκοντος ἀμήχανος : ἀλλά ποθι Ζεὺς
ἤθελ᾽ Ἀχαιοῖσιν θάνατον πολέεσσι γενέσθαι.
275
νῦν δ᾽ ἔρχεσθ᾽ ἐπὶ δεῖπνον , ἵνα ξυνάγωμεν Ἄρηα.
ὣς ἄρ᾽ ἐφώνησεν , λῦσεν δ᾽ ἀγορὴν αἰψηρήν.
οἳ μὲν ἄρ᾽ ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος,
δῶρα δὲ Μυρμιδόνες μεγαλήτορες ἀμφεπένοντο,
βὰν δ᾽ ἐπὶ νῆα φέροντες Ἀχιλλῆος θείοιο.
280
καὶ τὰ μὲν ἐν κλισίῃσι θέσαν , κάθισαν δὲ γυναῖκας,
ἵππους δ᾽ εἰς ἀγέλην ἔλασαν θεράποντες ἀγαυοί.
Βρισηῒς δ᾽ ἄρ᾽ ἔπειτ᾽ ἰκέλη χρυσέῃ Ἀφροδίτῃ
ὡς ἴδε Πάτροκλον δεδαϊγμένον ὀξέϊ χαλκῷ,
ἀμφ᾽ αὐτῷ χυμένη λίγ᾽ ἐκώκυε , χερσὶ δ᾽ ἄμυσσε
285
στήθεά τ᾽ ἠδ᾽ ἁπαλὴν δειρὴν ἰδὲ καλὰ πρόσωπα.
εἶπε δ᾽ ἄρα κλαίουσα γυνὴ ἐϊκυῖα θεῇσι:
Πάτροκλέ μοι δειλῇ πλεῖστον κεχαρισμένε θυμῷ
ζωὸν μέν σε ἔλειπον ἐγὼ κλισίηθεν ἰοῦσα,
νῦν δέ σε τεθνηῶτα κιχάνομαι ὄρχαμε λαῶν
290
ἂψ ἀνιοῦσ᾽ : ὥς μοι δέχεται κακὸν ἐκ κακοῦ αἰεί.
ἄνδρα μὲν ἔδοσάν με πατὴρ καὶ πότνια μήτηρ
εἶδον πρὸ πτόλιος δεδαϊγμένον ὀξέϊ χαλκῷ,
τρεῖς τε κασιγνήτους , τούς μοι μία γείνατο μήτηρ,
κηδείους , οἳ πάντες ὀλέθριον ἦμαρ ἐπέσπον.
295
οὐδὲ μὲν οὐδέ μ᾽ ἔασκες , ὅτ᾽ ἄνδρ᾽ ἐμὸν ὠκὺς Ἀχιλλεὺς
ἔκτεινεν , πέρσεν δὲ πόλιν θείοιο Μύνητος,
κλαίειν , ἀλλά μ᾽ ἔφασκες Ἀχιλλῆος θείοιο
κουριδίην ἄλοχον θήσειν , ἄξειν τ᾽ ἐνὶ νηυσὶν
ἐς Φθίην , δαίσειν δὲ γάμον μετὰ Μυρμιδόνεσσι.
300
τώ σ᾽ ἄμοτον κλαίω τεθνηότα μείλιχον αἰεί.