Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων.
τῷ δ᾽ ἅμ᾽ Ἄβαντες ἕποντο θοοὶ ὄπιθεν κομόωντες
αἰχμηταὶ μεμαῶτες ὀρεκτῇσιν μελίῃσι
θώρηκας ῥήξειν δηΐων ἀμφὶ στήθεσσι:
545
τῷ δ᾽ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
οἳ δ᾽ ἄρ᾽ Ἀθήνας εἶχον ἐϋκτίμενον πτολίεθρον
δῆμον Ἐρεχθῆος μεγαλήτορος , ὅν ποτ᾽ Ἀθήνη
θρέψε Διὸς θυγάτηρ , τέκε δὲ ζείδωρος ἄρουρα,
κὰδ δ᾽ ἐν Ἀθήνῃς εἷσεν ἑῷ ἐν πίονι νηῷ:
550
ἔνθα δέ μιν ταύροισι καὶ ἀρνειοῖς ἱλάονται
κοῦροι Ἀθηναίων περιτελλομένων ἐνιαυτῶν:
τῶν αὖθ᾽ ἡγεμόνευ᾽ υἱὸς Πετεῶο Μενεσθεύς.
τῷ δ᾽ οὔ πώ τις ὁμοῖος ἐπιχθόνιος γένετ᾽ ἀνὴρ
κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας:
555
Νέστωρ οἶος ἔριζεν : γὰρ προγενέστερος ἦεν:
τῷ δ᾽ ἅμα πεντήκοντα μέλαιναι νῆες ἕποντο.
Αἴας δ᾽ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας,
στῆσε δ᾽ ἄγων ἵν᾽ Ἀθηναίων ἵσταντο φάλαγγες.
οἳ δ᾽ Ἄργός τ᾽ εἶχον Τίρυνθά τε τειχιόεσσαν
560
Ἑρμιόνην Ἀσίνην τε , βαθὺν κατὰ κόλπον ἐχούσας,
Τροιζῆν᾽ Ἠϊόνας τε καὶ ἀμπελόεντ᾽ Ἐπίδαυρον,
οἵ τ᾽ ἔχον Αἴγιναν Μάσητά τε κοῦροι Ἀχαιῶν,
τῶν αὖθ᾽ ἡγεμόνευε βοὴν ἀγαθὸς Διομήδης
καὶ Σθένελος , Καπανῆος ἀγακλειτοῦ φίλος υἱός:
565
τοῖσι δ᾽ ἅμ᾽ Εὐρύαλος τρίτατος κίεν ἰσόθεος φὼς
Μηκιστέος υἱὸς Ταλαϊονίδαο ἄνακτος:
συμπάντων δ᾽ ἡγεῖτο βοὴν ἀγαθὸς Διομήδης:
τοῖσι δ᾽ ἅμ᾽ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο.
οἳ δὲ Μυκήνας εἶχον ἐϋκτίμενον πτολίεθρον
570
ἀφνειόν τε Κόρινθον ἐϋκτιμένας τε Κλεωνάς,