Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Λυρνησσὸν διαπορθήσας καὶ τείχεα Θήβης,
κὰδ δὲ Μύνητ᾽ ἔβαλεν καὶ Ἐπίστροφον ἐγχεσιμώρους,
υἱέας Εὐηνοῖο Σεληπιάδαο ἄνακτος:
τῆς γε κεῖτ᾽ ἀχέων , τάχα δ᾽ ἀνστήσεσθαι ἔμελλεν.
695
οἳ δ᾽ εἶχον Φυλάκην καὶ Πύρασον ἀνθεμόεντα
Δήμητρος τέμενος , Ἴτωνά τε μητέρα μήλων,
ἀγχίαλόν τ᾽ Ἀντρῶνα ἰδὲ Πτελεὸν λεχεποίην,
τῶν αὖ Πρωτεσίλαος ἀρήϊος ἡγεμόνευε
ζωὸς ἐών : τότε δ᾽ ἤδη ἔχεν κάτα γαῖα μέλαινα.
700
τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκῃ ἐλέλειπτο
καὶ δόμος ἡμιτελής : τὸν δ᾽ ἔκτανε Δάρδανος ἀνὴρ
νηὸς ἀποθρῴσκοντα πολὺ πρώτιστον Ἀχαιῶν.
οὐδὲ μὲν οὐδ᾽ οἳ ἄναρχοι ἔσαν , πόθεόν γε μὲν ἀρχόν:
ἀλλά σφεας κόσμησε Ποδάρκης ὄζος Ἄρηος
705
Ἰφίκλου υἱὸς πολυμήλου Φυλακίδαο
αὐτοκασίγνητος μεγαθύμου Πρωτεσιλάου
ὁπλότερος γενεῇ : δ᾽ ἅμα πρότερος καὶ ἀρείων
ἥρως Πρωτεσίλαος ἀρήϊος : οὐδέ τι λαοὶ
δεύονθ᾽ ἡγεμόνος , πόθεόν γε μὲν ἐσθλὸν ἐόντα:
710
τῷ δ᾽ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
οἳ δὲ Φερὰς ἐνέμοντο παραὶ Βοιβηΐδα λίμνην
Βοίβην καὶ Γλαφύρας καὶ ἐϋκτιμένην Ἰαωλκόν,
τῶν ἦρχ᾽ Ἀδμήτοιο φίλος πάϊς ἕνδεκα νηῶν
Εὔμηλος , τὸν ὑπ᾽ Ἀδμήτῳ τέκε δῖα γυναικῶν
715
Ἄλκηστις Πελίαο θυγατρῶν εἶδος ἀρίστη.
οἳ δ᾽ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο
καὶ Μελίβοιαν ἔχον καὶ Ὀλιζῶνα τρηχεῖαν,
τῶν δὲ Φιλοκτήτης ἦρχεν τόξων ἐῢ εἰδὼς
ἑπτὰ νεῶν : ἐρέται δ᾽ ἐν ἑκάστῃ πεντήκοντα
720
ἐμβέβασαν τόξων εὖ εἰδότες ἶφι μάχεσθαι.