Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
γαῖα δ᾽ ὑπεστενάχιζε Διὶ ὣς τερπικεραύνῳ
χωομένῳ ὅτε τ᾽ ἀμφὶ Τυφωέϊ γαῖαν ἱμάσσῃ
εἰν Ἀρίμοις , ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς:
ὣς ἄρα τῶν ὑπὸ ποσσὶ μέγα στεναχίζετο γαῖα
785
ἐρχομένων : μάλα δ᾽ ὦκα διέπρησσον πεδίοιο.
Τρωσὶν δ᾽ ἄγγελος ἦλθε ποδήνεμος ὠκέα Ἶρις
πὰρ Διὸς αἰγιόχοιο σὺν ἀγγελίῃ ἀλεγεινῇ:
οἳ δ᾽ ἀγορὰς ἀγόρευον ἐπὶ Πριάμοιο θύρῃσι
πάντες ὁμηγερέες ἠμὲν νέοι ἠδὲ γέροντες:
790
ἀγχοῦ δ᾽ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις:
εἴσατο δὲ φθογγὴν υἷϊ Πριάμοιο Πολίτῃ,
ὃς Τρώων σκοπὸς ἷζε ποδωκείῃσι πεποιθὼς
τύμβῳ ἐπ᾽ ἀκροτάτῳ Αἰσυήταο γέροντος,
δέγμενος ὁππότε ναῦφιν ἀφορμηθεῖεν Ἀχαιοί:
795
τῷ μιν ἐεισαμένη προσέφη πόδας ὠκέα Ἶρις:
γέρον αἰεί τοι μῦθοι φίλοι ἄκριτοί εἰσιν,
ὥς ποτ᾽ ἐπ᾽ εἰρήνης : πόλεμος δ᾽ ἀλίαστος ὄρωρεν.
ἤδη μὲν μάλα πολλὰ μάχας εἰσήλυθον ἀνδρῶν,
ἀλλ᾽ οὔ πω τοιόνδε τοσόνδέ τε λαὸν ὄπωπα:
800
λίην γὰρ φύλλοισιν ἐοικότες ψαμάθοισιν
ἔρχονται πεδίοιο μαχησόμενοι προτὶ ἄστυ.
Ἕκτορ σοὶ δὲ μάλιστ᾽ ἐπιτέλλομαι , ὧδε δὲ ῥέξαι:
πολλοὶ γὰρ κατὰ ἄστυ μέγα Πριάμου ἐπίκουροι,
ἄλλη δ᾽ ἄλλων γλῶσσα πολυσπερέων ἀνθρώπων:
805
τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω οἷσί περ ἄρχει,
τῶν δ᾽ ἐξηγείσθω κοσμησάμενος πολιήτας.
ὣς ἔφαθ᾽ , Ἕκτωρ δ᾽ οὔ τι θεᾶς ἔπος ἠγνοίησεν,
αἶψα δ᾽ ἔλυσ᾽ ἀγορήν : ἐπὶ τεύχεα δ᾽ ἐσσεύοντο:
πᾶσαι δ᾽ ὠΐγνυντο πύλαι , ἐκ δ᾽ ἔσσυτο λαὸς
810
πεζοί θ᾽ ἱππῆές τε : πολὺς δ᾽ ὀρυμαγδὸς ὀρώρει.