Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Νάστης Ἀμφίμαχός τε Νομίονος ἀγλαὰ τέκνα,
ὃς καὶ χρυσὸν ἔχων πόλεμον δ᾽ ἴεν ἠΰτε κούρη
νήπιος , οὐδέ τί οἱ τό γ᾽ ἐπήρκεσε λυγρὸν ὄλεθρον,
ἀλλ᾽ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο
875
ἐν ποταμῷ , χρυσὸν δ᾽ Ἀχιλεὺς ἐκόμισσε δαΐφρων.
Σαρπηδὼν δ᾽ ἦρχεν Λυκίων καὶ Γλαῦκος ἀμύμων
τηλόθεν ἐκ Λυκίης , Ξάνθου ἄπο δινήεντος.