Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
παρσταίη , δοίη δὲ κράτος μέγα , μηδέ τι θυμῷ
δευέσθω , ἵνα εἰδῇ μιν φιλέουσιν ἄριστοι
ἀθανάτων , οἳ δ᾽ αὖτ᾽ ἀνεμώλιοι οἳ τὸ πάρος περ
Τρωσὶν ἀμύνουσιν πόλεμον καὶ δηϊοτῆτα.
125
πάντες δ᾽ Οὐλύμποιο κατήλθομεν ἀντιόωντες
τῆσδε μάχης , ἵνα μή τι μετὰ Τρώεσσι πάθῃσι
σήμερον : ὕστερον αὖτε τὰ πείσεται ἅσσά οἱ αἶσα
γιγνομένῳ ἐπένησε λίνῳ ὅτε μιν τέκε μήτηρ.
εἰ δ᾽ Ἀχιλεὺς οὐ ταῦτα θεῶν ἐκ πεύσεται ὀμφῆς
130
δείσετ᾽ ἔπειθ᾽ , ὅτε κέν τις ἐναντίβιον θεὸς ἔλθῃ
ἐν πολέμῳ : χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς.
τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα Ποσειδάων ἐνοσίχθων:
Ἥρη μὴ χαλέπαινε παρ᾽ ἐκ νόον : οὐδέ τί σε χρή.
οὐκ ἂν ἔγωγ᾽ ἐθέλοιμι θεοὺς ἔριδι ξυνελάσσαι
135
ἡμέας τοὺς ἄλλους , ἐπεὶ πολὺ φέρτεροί εἰμεν:
ἀλλ᾽ ἡμεῖς μὲν ἔπειτα καθεζώμεσθα κιόντες
ἐκ πάτου ἐς σκοπιήν , πόλεμος δ᾽ ἄνδρεσσι μελήσει.
εἰ δέ κ᾽ Ἄρης ἄρχωσι μάχης Φοῖβος Ἀπόλλων,
Ἀχιλῆ᾽ ἴσχωσι καὶ οὐκ εἰῶσι μάχεσθαι,
140
αὐτίκ᾽ ἔπειτα καὶ ἄμμι παρ᾽ αὐτόθι νεῖκος ὀρεῖται
φυλόπιδος : μάλα δ᾽ ὦκα διακρινθέντας ὀΐω
ἂψ ἴμεν Οὔλυμπον δὲ θεῶν μεθ᾽ ὁμήγυριν ἄλλων
ἡμετέρῃς ὑπὸ χερσὶν ἀναγκαίηφι δαμέντας.
ὣς ἄρα φωνήσας ἡγήσατο κυανοχαίτης
145
τεῖχος ἐς ἀμφίχυτον Ἡρακλῆος θείοιο
ὑψηλόν , τό ῥά οἱ Τρῶες καὶ Παλλὰς Ἀθήνη
ποίεον , ὄφρα τὸ κῆτος ὑπεκπροφυγὼν ἀλέαιτο,
ὁππότε μιν σεύαιτο ἀπ᾽ ἠϊόνος πεδίον δέ.
ἔνθα Ποσειδάων κατ᾽ ἄρ᾽ ἕζετο καὶ θεοὶ ἄλλοι,
150
ἀμφὶ δ᾽ ἄρ᾽ ἄρρηκτον νεφέλην ὤμοισιν ἕσαντο: