Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τὰς δύο χαλκείας , δύο δ᾽ ἔνδοθι κασσιτέροιο,
τὴν δὲ μίαν χρυσῆν , τῇ ῥ᾽ ἔσχετο μείλινον ἔγχος.
δεύτερος αὖτ᾽ Ἀχιλεὺς προΐει δολιχόσκιον ἔγχος,
καὶ βάλεν Αἰνείαο κατ᾽ ἀσπίδα πάντοσ᾽ ἐΐσην
275
ἄντυγ᾽ ὕπο πρώτην , λεπτότατος θέε χαλκός,
λεπτοτάτη δ᾽ ἐπέην ῥινὸς βοός : δὲ διὰ πρὸ
Πηλιὰς ἤϊξεν μελίη , λάκε δ᾽ ἀσπὶς ὑπ᾽ αὐτῆς.
Αἰνείας δ᾽ ἐάλη καὶ ἀπὸ ἕθεν ἀσπίδ᾽ ἀνέσχε
δείσας : ἐγχείη δ᾽ ἄρ᾽ ὑπὲρ νώτου ἐνὶ γαίῃ
280
ἔστη ἱεμένη , διὰ δ᾽ ἀμφοτέρους ἕλε κύκλους
ἀσπίδος ἀμφιβρότης : δ᾽ ἀλευάμενος δόρυ μακρὸν
ἔστη , κὰδ δ᾽ ἄχος οἱ χύτο μυρίον ὀφθαλμοῖσι,
ταρβήσας οἱ ἄγχι πάγη βέλος . αὐτὰρ Ἀχιλλεὺς
ἐμμεμαὼς ἐπόρουσεν ἐρυσσάμενος ξίφος ὀξὺ
285
σμερδαλέα ἰάχων : δὲ χερμάδιον λάβε χειρὶ
Αἰνείας , μέγα ἔργον , οὐ δύο γ᾽ ἄνδρε φέροιεν,
οἷοι νῦν βροτοί εἰσ᾽ : δέ μιν ῥέα πάλλε καὶ οἶος.
ἔνθά κεν Αἰνείας μὲν ἐπεσσύμενον βάλε πέτρῳ
κόρυθ᾽ ἠὲ σάκος , τό οἱ ἤρκεσε λυγρὸν ὄλεθρον,
290
τὸν δέ κε Πηλεΐδης σχεδὸν ἄορι θυμὸν ἀπηύρα,
εἰ μὴ ἄρ᾽ ὀξὺ νόησε Ποσειδάων ἐνοσίχθων:
αὐτίκα δ᾽ ἀθανάτοισι θεοῖς μετὰ μῦθον ἔειπεν:
πόποι μοι ἄχος μεγαλήτορος Αἰνείαο,
ὃς τάχα Πηλεΐωνι δαμεὶς Ἄϊδος δὲ κάτεισι
295
πειθόμενος μύθοισιν Ἀπόλλωνος ἑκάτοιο
νήπιος , οὐδέ τί οἱ χραισμήσει λυγρὸν ὄλεθρον.
ἀλλὰ τί νῦν οὗτος ἀναίτιος ἄλγεα πάσχει
μὰψ ἕνεκ᾽ ἀλλοτρίων ἀχέων , κεχαρισμένα δ᾽ αἰεὶ
δῶρα θεοῖσι δίδωσι τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν;
300
ἀλλ᾽ ἄγεθ᾽ ἡμεῖς πέρ μιν ὑπὲκ θανάτου ἀγάγωμεν,