Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
22
ὣς οἳ μὲν κατὰ ἄστυ πεφυζότες ἠΰτε νεβροὶ
ἱδρῶ ἀπεψύχοντο πίον τ᾽ ἀκέοντό τε δίψαν
κεκλιμένοι καλῇσιν ἐπάλξεσιν : αὐτὰρ Ἀχαιοὶ
τείχεος ἆσσον ἴσαν σάκε᾽ ὤμοισι κλίναντες.
5
Ἕκτορα δ᾽ αὐτοῦ μεῖναι ὀλοιὴ μοῖρα πέδησεν
Ἰλίου προπάροιθε πυλάων τε Σκαιάων.
αὐτὰρ Πηλείωνα προσηύδα Φοῖβος Ἀπόλλων:
τίπτέ με Πηλέος υἱὲ ποσὶν ταχέεσσι διώκεις
αὐτὸς θνητὸς ἐὼν θεὸν ἄμβροτον ; οὐδέ νύ πώ με
10
ἔγνως ὡς θεός εἰμι , σὺ δ᾽ ἀσπερχὲς μενεαίνεις.
νύ τοι οὔ τι μέλει Τρώων πόνος , οὓς ἐφόβησας,
οἳ δή τοι εἰς ἄστυ ἄλεν , σὺ δὲ δεῦρο λιάσθης.
οὐ μέν με κτενέεις , ἐπεὶ οὔ τοι μόρσιμός εἰμι.
τὸν δὲ μέγ᾽ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς:
15
ἔβλαψάς μ᾽ ἑκάεργε θεῶν ὀλοώτατε πάντων
ἐνθάδε νῦν τρέψας ἀπὸ τείχεος : κ᾽ ἔτι πολλοὶ
γαῖαν ὀδὰξ εἷλον πρὶν Ἴλιον εἰσαφικέσθαι.
νῦν δ᾽ ἐμὲ μὲν μέγα κῦδος ἀφείλεο , τοὺς δὲ σάωσας
ῥηϊδίως , ἐπεὶ οὔ τι τίσιν γ᾽ ἔδεισας ὀπίσσω.
20
σ᾽ ἂν τισαίμην , εἴ μοι δύναμίς γε παρείη.
ὣς εἰπὼν προτὶ ἄστυ μέγα φρονέων ἐβεβήκει,
σευάμενος ὥς θ᾽ ἵππος ἀεθλοφόρος σὺν ὄχεσφιν,
ὅς ῥά τε ῥεῖα θέῃσι τιταινόμενος πεδίοιο:
ὣς Ἀχιλεὺς λαιψηρὰ πόδας καὶ γούνατ᾽ ἐνώμα.
25
τὸν δ᾽ γέρων Πρίαμος πρῶτος ἴδεν ὀφθαλμοῖσι
παμφαίνονθ᾽ ὥς τ᾽ ἀστέρ᾽ ἐπεσσύμενον πεδίοιο,
ὅς ῥά τ᾽ ὀπώρης εἶσιν , ἀρίζηλοι δέ οἱ αὐγαὶ
φαίνονται πολλοῖσι μετ᾽ ἀστράσι νυκτὸς ἀμολγῷ,
ὅν τε κύν᾽ Ὠρίωνος ἐπίκλησιν καλέουσι.
30
λαμπρότατος μὲν γ᾽ ἐστί , κακὸν δέ τε σῆμα τέτυκται,