Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
δύσμορος αἰνόμορον : ὡς μὴ ὤφελλε τεκέσθαι.
νῦν δὲ σὺ μὲν Ἀΐδαο δόμους ὑπὸ κεύθεσι γαίης
ἔρχεαι , αὐτὰρ ἐμὲ στυγερῷ ἐνὶ πένθεϊ λείπεις
χήρην ἐν μεγάροισι : πάϊς δ᾽ ἔτι νήπιος αὔτως,
485
ὃν τέκομεν σύ τ᾽ ἐγώ τε δυσάμμοροι : οὔτε σὺ τούτῳ
ἔσσεαι Ἕκτορ ὄνειαρ ἐπεὶ θάνες , οὔτε σοὶ οὗτος.
ἤν περ γὰρ πόλεμόν γε φύγῃ πολύδακρυν Ἀχαιῶν,
αἰεί τοι τούτῳ γε πόνος καὶ κήδε᾽ ὀπίσσω
ἔσσοντ᾽ : ἄλλοι γάρ οἱ ἀπουρίσσουσιν ἀρούρας.
490
ἦμαρ δ᾽ ὀρφανικὸν παναφήλικα παῖδα τίθησι:
πάντα δ᾽ ὑπεμνήμυκε , δεδάκρυνται δὲ παρειαί,
δευόμενος δέ τ᾽ ἄνεισι πάϊς ἐς πατρὸς ἑταίρους,
ἄλλον μὲν χλαίνης ἐρύων , ἄλλον δὲ χιτῶνος:
τῶν δ᾽ ἐλεησάντων κοτύλην τις τυτθὸν ἐπέσχε:
495
χείλεα μέν τ᾽ ἐδίην᾽ , ὑπερῴην δ᾽ οὐκ ἐδίηνε.
τὸν δὲ καὶ ἀμφιθαλὴς ἐκ δαιτύος ἐστυφέλιξε
χερσὶν πεπλήγων καὶ ὀνειδείοισιν ἐνίσσων:
ἔρρ᾽ οὕτως : οὐ σός γε πατὴρ μεταδαίνυται ἡμῖν.
δακρυόεις δέ τ᾽ ἄνεισι πάϊς ἐς μητέρα χήρην
500
Ἀστυάναξ , ὃς πρὶν μὲν ἑοῦ ἐπὶ γούνασι πατρὸς
μυελὸν οἶον ἔδεσκε καὶ οἰῶν πίονα δημόν:
αὐτὰρ ὅθ᾽ ὕπνος ἕλοι , παύσαιτό τε νηπιαχεύων,
εὕδεσκ᾽ ἐν λέκτροισιν ἐν ἀγκαλίδεσσι τιθήνης
εὐνῇ ἔνι μαλακῇ θαλέων ἐμπλησάμενος κῆρ:
505
νῦν δ᾽ ἂν πολλὰ πάθῃσι φίλου ἀπὸ πατρὸς ἁμαρτὼν
Ἀστυάναξ , ὃν Τρῶες ἐπίκλησιν καλέουσιν:
οἶος γάρ σφιν ἔρυσο πύλας καὶ τείχεα μακρά.
νῦν δὲ σὲ μὲν παρὰ νηυσὶ κορωνίσι νόσφι τοκήων
αἰόλαι εὐλαὶ ἔδονται , ἐπεί κε κύνες κορέσωνται
510
γυμνόν : ἀτάρ τοι εἵματ᾽ ἐνὶ μεγάροισι κέονται