Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
δώδεκα μὲν Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς
τοὺς ἅμα σοὶ πάντας πῦρ ἐσθίει : Ἕκτορα δ᾽ οὔ τι
δώσω Πριαμίδην πυρὶ δαπτέμεν , ἀλλὰ κύνεσσιν.
ὣς φάτ᾽ ἀπειλήσας : τὸν δ᾽ οὐ κύνες ἀμφεπένοντο,
185
ἀλλὰ κύνας μὲν ἄλαλκε Διὸς θυγάτηρ Ἀφροδίτη
ἤματα καὶ νύκτας , ῥοδόεντι δὲ χρῖεν ἐλαίῳ
ἀμβροσίῳ , ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων.
τῷ δ᾽ ἐπὶ κυάνεον νέφος ἤγαγε Φοῖβος Ἀπόλλων
οὐρανόθεν πεδίον δέ , κάλυψε δὲ χῶρον ἅπαντα
190
ὅσσον ἐπεῖχε νέκυς , μὴ πρὶν μένος ἠελίοιο
σκήλει᾽ ἀμφὶ περὶ χρόα ἴνεσιν ἠδὲ μέλεσσιν.
οὐδὲ πυρὴ Πατρόκλου ἐκαίετο τεθνηῶτος:
ἔνθ᾽ αὖτ᾽ ἀλλ᾽ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς:
στὰς ἀπάνευθε πυρῆς δοιοῖς ἠρᾶτ᾽ ἀνέμοισι
195
Βορέῃ καὶ Ζεφύρῳ , καὶ ὑπίσχετο ἱερὰ καλά:
πολλὰ δὲ καὶ σπένδων χρυσέῳ δέπαϊ λιτάνευεν
ἐλθέμεν , ὄφρα τάχιστα πυρὶ φλεγεθοίατο νεκροί,
ὕλη τε σεύαιτο καήμεναι . ὦκα δὲ Ἶρις
ἀράων ἀΐουσα μετάγγελος ἦλθ᾽ ἀνέμοισιν.
200
οἳ μὲν ἄρα Ζεφύροιο δυσαέος ἀθρόοι ἔνδον
εἰλαπίνην δαίνυντο : θέουσα δὲ Ἶρις ἐπέστη
βηλῷ ἔπι λιθέῳ : τοὶ δ᾽ ὡς ἴδον ὀφθαλμοῖσι
πάντες ἀνήϊξαν , κάλεόν τέ μιν εἰς ἕκαστος:
δ᾽ αὖθ᾽ ἕζεσθαι μὲν ἀνήνατο , εἶπε δὲ μῦθον:
205
οὐχ ἕδος : εἶμι γὰρ αὖτις ἐπ᾽ Ὠκεανοῖο ῥέεθρα
Αἰθιόπων ἐς γαῖαν , ὅθι ῥέζουσ᾽ ἑκατόμβας
ἀθανάτοις , ἵνα δὴ καὶ ἐγὼ μεταδαίσομαι ἱρῶν.
ἀλλ᾽ Ἀχιλεὺς Βορέην ἠδὲ Ζέφυρον κελαδεινὸν
ἐλθεῖν ἀρᾶται , καὶ ὑπίσχεται ἱερὰ καλά,
210
ὄφρα πυρὴν ὄρσητε καήμεναι , ἔνι κεῖται