Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
δεύτερος αὖτ᾽ ἀφέηκε Λεοντεὺς ὄζος Ἄρηος:
τὸ τρίτον αὖτ᾽ ἔρριψε μέγας Τελαμώνιος Αἴας
χειρὸς ἄπο στιβαρῆς , καὶ ὑπέρβαλε σήματα πάντων.
ἀλλ᾽ ὅτε δὴ σόλον εἷλε μενεπτόλεμος Πολυποίτης,
845
ὅσσόν τίς τ᾽ ἔρριψε καλαύροπα βουκόλος ἀνήρ,
δέ θ᾽ ἑλισσομένη πέτεται διὰ βοῦς ἀγελαίας,
τόσσον παντὸς ἀγῶνος ὑπέρβαλε : τοὶ δὲ βόησαν.
ἀνστάντες δ᾽ ἕταροι Πολυποίταο κρατεροῖο
νῆας ἔπι γλαφυρὰς ἔφερον βασιλῆος ἄεθλον.
850
αὐτὰρ τοξευτῇσι τίθει ἰόεντα σίδηρον,
κὰδ δ᾽ ἐτίθει δέκα μὲν πελέκεας , δέκα δ᾽ ἡμιπέλεκκα,
ἱστὸν δ᾽ ἔστησεν νηὸς κυανοπρῴροιο
τηλοῦ ἐπὶ ψαμάθοις , ἐκ δὲ τρήρωνα πέλειαν
λεπτῇ μηρίνθῳ δῆσεν ποδός , ἧς ἄρ᾽ ἀνώγει
855
τοξεύειν : ὃς μέν κε βάλῃ τρήρωνα πέλειαν,
πάντας ἀειράμενος πελέκεας οἶκον δὲ φερέσθω:
ὃς δέ κε μηρίνθοιο τύχῃ ὄρνιθος ἁμαρτών,
ἥσσων γὰρ δὴ κεῖνος , δ᾽ οἴσεται ἡμιπέλεκκα.
ὣς ἔφατ᾽ , ὦρτο δ᾽ ἔπειτα βίη Τεύκροιο ἄνακτος,
860
ἂν δ᾽ ἄρα Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος.
κλήρους δ᾽ ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες,
Τεῦκρος δὲ πρῶτος κλήρῳ λάχεν : αὐτίκα δ᾽ ἰὸν
ἧκεν ἐπικρατέως , οὐδ᾽ ἠπείλησεν ἄνακτι
ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην.
865
ὄρνιθος μὲν ἅμαρτε : μέγηρε γάρ οἱ τό γ᾽ Ἀπόλλων:
αὐτὰρ μήρινθον βάλε πὰρ πόδα , τῇ δέδετ᾽ ὄρνις:
ἀντικρὺ δ᾽ ἀπὸ μήρινθον τάμε πικρὸς ὀϊστός.
μὲν ἔπειτ᾽ ἤϊξε πρὸς οὐρανόν , δὲ παρείθη
μήρινθος ποτὶ γαῖαν : ἀτὰρ κελάδησαν Ἀχαιοί.
870
σπερχόμενος δ᾽ ἄρα Μηριόνης ἐξείρυσε χειρὸς